ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει· ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν· εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι· ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων. καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων, τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν. ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον· πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης. εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν, ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα· λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς. ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς. πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας, καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι, ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν. αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται, οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς, οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ· ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον