<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="545">εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε</l><l n="546">φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.</l><l n="547">ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς</l><l n="548">ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι</l><l n="549">φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="550">αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον</l><l n="551">ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·</l><l n="552">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="553">ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος</l><l n="554">φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,</l><l n="555">αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.</l><l n="556">εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω</l><l n="557">Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ</l><l n="558">φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι</l><l n="559">Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·</l><l n="560">ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο</l><l n="561">ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·</l><l n="562">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="563">μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ</l><l n="564">καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.</l><l n="565">οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·</l><l n="566">λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.</l><l n="567">εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·</l><l n="568">καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,</l><l n="569">ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι</l><l n="570">ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="571" unit="card"/></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ</l><l n="572">ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="573">ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="574">ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ</l><l n="575">ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·</l><l n="576">εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,</l><l n="577">ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει</l><l n="578">ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·</l><l n="579">ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ</l><l n="580">οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.</l><l n="581">ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,</l><l n="582">ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·</l><q><l n="583">ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="584">ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων</l><l n="585">νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.</l><l n="586">ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,</l><l n="587">οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν</l><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l></div></div></body></text></TEI>