γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος, ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι· ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος, οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει. ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει. ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν. ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο. αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων, τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον· ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο· πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ, καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον. νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί, ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι. τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας· τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις, ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί· νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι, ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε. ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε· νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε· πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα· νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων. ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως; κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων. οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε; πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ· ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή· ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ. ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ· ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ