<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="491">αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα</l><l n="492">ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.</l><l n="493">δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,</l><l n="494">ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην</l><l n="495">χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·</l><l n="496">ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.</l><l n="497">Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="498">Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ</l><l n="499">πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·</l><l n="500">ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="501">εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.</l><milestone ed="p" n="502" unit="card"/></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα</l><l n="503">πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.</l><l n="504">ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·</l><l n="505">ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="506">δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,</l><l n="507">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ</l><l n="508">εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·</l><q><l n="509">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="510">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="511"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·</l><q><l n="512">σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,</l><l n="513">ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><q><l n="515">αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·</l><l n="516">μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος</l><l n="517">μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.</l><l n="518">οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,</l><l n="519">οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·</l><l n="520">κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς</l><l n="521">Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.</l><l n="522">ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται</l><l n="523">ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,</l><l n="524">πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,</l><l n="525">ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.</l><l n="526"><milestone ed="P" unit="para"/>ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,</l><l n="527">ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ</l><l n="528">Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ</l><l n="529">γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε</l><l n="530">ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·</l><q><l n="531">πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ</l><l n="532">ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="533">ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="534">αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,</l><l n="535">αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·</l><l n="536">δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.</l></q><milestone ed="p" n="537" unit="card"/></q><l n="537"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·</l><l n="538">αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων</l><l n="539">ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.</l><l n="540">οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο</l><l n="541">δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο</l><l n="542">φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ</l><l n="543">αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.</l><l n="544"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,</l><l n="545">εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε</l><l n="546">φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.</l><l n="547">ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς</l><l n="548">ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι</l><l n="549">φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="550">αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον</l><l n="551">ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·</l><l n="552">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="553">ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος</l><l n="554">φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,</l><l n="555">αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.</l><l n="556">εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω</l><l n="557">Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ</l><l n="558">φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι</l><l n="559">Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·</l><l n="560">ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο</l><l n="561">ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·</l><l n="562">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="563">μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ</l><l n="564">καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.</l><l n="565">οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·</l><l n="566">λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.</l><l n="567">εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·</l><l n="568">καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,</l><l n="569">ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι</l><l n="570">ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="571" unit="card"/></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ</l><l n="572">ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="573">ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="574">ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ</l><l n="575">ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·</l><l n="576">εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,</l><l n="577">ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει</l><l n="578">ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·</l><l n="579">ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ</l><l n="580">οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.</l><l n="581">ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,</l><l n="582">ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·</l><q><l n="583">ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="584">ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων</l><l n="585">νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.</l><l n="586">ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,</l><l n="587">οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν</l><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l><l n="594">βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.</l><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l></div></div></body></text></TEI>