αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης· Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο· ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας· αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει· ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν· εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν