<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="48">πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.</l><l n="49">τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="50">γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,</l><l n="51">ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς</l><l n="52">φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·</l><l n="53">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="54">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="55">ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον</l><l n="56">αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,</l><l n="57">οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="58">Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε</l><l n="59">πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.</l><l n="60">ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο</l><l n="61">γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω</l><l n="62">ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει</l><l n="63">γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς</l><l n="65">γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ</l><l n="66">ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.</l><l n="67">ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="68">οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων</l><l n="69">κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="70">ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.</l><l n="71">αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,</l><l n="72">τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·</l><l n="73">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="74">γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·</l><l n="75">ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·</l><l n="76">πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν</l><l n="77">ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="78">καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε</l><l n="79">Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.</l><l n="80">νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν</l><l n="81">ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα</l><l n="82">πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε</l><l n="83">μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,</l><l n="84">ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ</l><l n="85">γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος</l><l n="86">Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει</l><l n="87">Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.</l><l n="88">τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·</l><l n="89">τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,</l><l n="90">ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας</l><l n="91">ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·</l><l n="92">νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω</l><l n="93">σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="94">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="95">μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,</l><l n="96">ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.</l><milestone ed="p" n="97" unit="card"/></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς</l><l n="98">λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·</l><q><l n="99">νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·</l><l n="100">πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ</l><l n="101">τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν</l><l n="102">Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·</l><l n="103">νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε</l><l n="104">Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι</l><l n="105">καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.</l><l n="106">ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;</l><l n="107">κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="108">οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;</l><l n="109">πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·</l><l n="110">ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·</l><l n="111">ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ</l><l n="112">ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται</l><l n="113">ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l></q><l n="114"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·</l><l n="115">ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="116">ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l><l n="131">ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,</l><l n="132">ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.</l><l n="133">ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες</l><l n="134">τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,</l><l n="135">οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.</l><milestone ed="p" n="136" unit="card"/></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="137">ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο</l><l n="138">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="139">τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος</l><l n="140">Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων</l><l n="141">υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος</l><l n="142">γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν</l><l n="143">πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.</l><l n="144">τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο</l><l n="145">ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε</l><l n="146">Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,</l><l n="147">τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.</l><l n="148">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="149">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l></q></div></div></body></text></TEI>