<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="420">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη</l><l n="421">καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα</l><l n="422">δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.</l></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,</l><l n="424">καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ</l><l n="425">ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.</l><l n="426">τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="427">ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="428">τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ</l><l n="429">εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,</l><l n="430">ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη</l><l n="431">ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·</l><l n="432">τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο</l><l n="433">Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.</l><milestone ed="p" n="434" unit="card"/></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.</l><l n="435">αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="436">Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν</l><l n="437">ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ</l><l n="438">ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.</l><l n="439">ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε</l><l n="440">καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="441">νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ</l><l n="442">μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ</l><l n="443">μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι</l><l n="444">πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν</l><l n="445">μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.</l><l n="446">ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα</l><l n="447">εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·</l><l n="448">Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες</l><l n="449">Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.</l><l n="450">ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι</l><l n="451">ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα</l><l n="452">Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.</l><l n="453">σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε</l><l n="454">δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·</l><l n="455">στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.</l><l n="456">νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ</l><l n="457">μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.</l><l n="458">τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων</l><l n="459">πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται</l><l n="460">πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι</l></q><l n="461"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="462">ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο</l><l n="463">ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω</l><l n="464">δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε</l><l n="465">ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,</l><l n="466">ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα</l><l n="467">παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα</l><l n="469">πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.</l><l n="470">τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν</l><l n="471">Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="472">φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην</l><l n="473">πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·</l><l n="474">νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;</l><l n="475">μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω</l></q></div></div></body></text></TEI>