<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="380">ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.</l></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,</l><l n="382">ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.</l><l n="383"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα</l><l n="384">παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·</l><l n="385">ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα</l><l n="386">ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·</l><l n="387">σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,</l><l n="388">ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς</l><l n="389">ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ</l><l n="390">γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.</l><l n="391">ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης</l><l n="392">ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε</l><l n="393">χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="394">τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις</l><l n="395">θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="396">ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας</l><l n="397">οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα</l><l n="398">ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;</l><l n="399">τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.</l><milestone ed="p" n="400" unit="card"/></q><l n="400"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν</l><l n="401">σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·</l><l n="402">τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.</l><l n="403">ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="404">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,</l><l n="405">τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·</l><l n="406">τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="407">ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,</l><l n="408">τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,</l><l n="409">καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="410">νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων</l><l n="411">εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.</l><l n="412">οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,</l><l n="413">ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς</l><l n="414">κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.</l></q><l n="415"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·</l><l n="416">τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="417">πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.</l><l n="418">τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,</l><l n="419">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="420">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη</l><l n="421">καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα</l><l n="422">δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.</l></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,</l><l n="424">καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ</l><l n="425">ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.</l><l n="426">τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="427">ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="428">τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ</l><l n="429">εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,</l><l n="430">ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη</l><l n="431">ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·</l><l n="432">τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο</l><l n="433">Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.</l><milestone ed="p" n="434" unit="card"/></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.</l><l n="435">αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="436">Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν</l><l n="437">ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ</l><l n="438">ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.</l><l n="439">ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε</l><l n="440">καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="441">νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ</l><l n="442">μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ</l><l n="443">μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι</l><l n="444">πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν</l><l n="445">μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.</l><l n="446">ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα</l><l n="447">εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·</l><l n="448">Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες</l><l n="449">Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.</l><l n="450">ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι</l><l n="451">ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα</l><l n="452">Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.</l><l n="453">σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε</l><l n="454">δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·</l><l n="455">στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.</l><l n="456">νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ</l><l n="457">μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.</l><l n="458">τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων</l><l n="459">πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται</l><l n="460">πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι</l></q><l n="461"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="462">ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο</l><l n="463">ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω</l><l n="464">δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε</l><l n="465">ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,</l><l n="466">ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα</l><l n="467">παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα</l><l n="469">πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.</l><l n="470">τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν</l><l n="471">Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="472">φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην</l><l n="473">πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·</l><l n="474">νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;</l><l n="475">μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω</l><l n="476">εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,</l><l n="477">ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.</l></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,</l><l n="479">ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις</l><l n="480">νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·</l><q><l n="481">πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο</l><l n="482">στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι</l><l n="483">τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ</l><l n="484">Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.</l><l n="485">ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν</l><l n="486">ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.</l><l n="487">εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="488">ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.</l></q><l n="489"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε</l><l n="490">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,</l><l n="491">αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα</l><l n="492">ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.</l><l n="493">δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,</l><l n="494">ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην</l><l n="495">χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·</l><l n="496">ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.</l><l n="497">Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="498">Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ</l><l n="499">πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·</l><l n="500">ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="501">εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.</l><milestone ed="p" n="502" unit="card"/></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα</l><l n="503">πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.</l><l n="504">ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·</l><l n="505">ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="506">δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,</l><l n="507">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ</l><l n="508">εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·</l><q><l n="509">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="510">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="511"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·</l><q><l n="512">σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,</l><l n="513">ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><q><l n="515">αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·</l><l n="516">μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος</l><l n="517">μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.</l><l n="518">οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,</l><l n="519">οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·</l><l n="520">κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς</l><l n="521">Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.</l><l n="522">ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται</l><l n="523">ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,</l><l n="524">πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,</l><l n="525">ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.</l><l n="526"><milestone ed="P" unit="para"/>ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,</l><l n="527">ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ</l><l n="528">Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ</l><l n="529">γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε</l><l n="530">ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·</l><q><l n="531">πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ</l><l n="532">ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="533">ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="534">αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,</l><l n="535">αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·</l><l n="536">δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.</l></q><milestone ed="p" n="537" unit="card"/></q><l n="537"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·</l><l n="538">αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων</l><l n="539">ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.</l><l n="540">οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο</l><l n="541">δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο</l><l n="542">φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ</l><l n="543">αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.</l><l n="544"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,</l><l n="545">εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε</l><l n="546">φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.</l><l n="547">ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς</l><l n="548">ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι</l><l n="549">φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="550">αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον</l><l n="551">ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·</l><l n="552">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="553">ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος</l><l n="554">φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,</l><l n="555">αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.</l><l n="556">εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω</l><l n="557">Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ</l><l n="558">φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι</l><l n="559">Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·</l><l n="560">ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο</l><l n="561">ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·</l><l n="562">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="563">μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ</l><l n="564">καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.</l><l n="565">οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·</l><l n="566">λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.</l><l n="567">εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·</l><l n="568">καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,</l><l n="569">ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι</l><l n="570">ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="571" unit="card"/></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ</l><l n="572">ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="573">ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="574">ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ</l><l n="575">ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·</l><l n="576">εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,</l><l n="577">ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει</l><l n="578">ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·</l><l n="579">ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ</l><l n="580">οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.</l><l n="581">ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,</l><l n="582">ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·</l><q><l n="583">ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="584">ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων</l><l n="585">νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.</l><l n="586">ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,</l><l n="587">οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν</l><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l><l n="594">βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.</l><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l><l n="3">κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="4">τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.</l><l n="5">Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν</l><l n="6">Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.</l><l n="7">αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="8">τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις</l><l n="9">αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με</l><l n="10">ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.</l><l n="11">ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,</l><l n="12">οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.</l><l n="13">οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.</l></q><l n="14"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="15">ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων</l><l n="16">ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ</l><l n="17">γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.</l><l n="18">νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας</l><l n="19">ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.</l><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l></q></div></div></body></text></TEI>