ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών, ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε· τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον· φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας· νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα, αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί. δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια, ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν· ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα. Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης· Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο· ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν. ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης. ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς· ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ, δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη, ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας· τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ; τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή· σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη, ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον· αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν· μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ. οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες, οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες· κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους. ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε, πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν, ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν. ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου, ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς· πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι. αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες, αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας· δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται. ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας· αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι. οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι. ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν, εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε. ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ. αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι· ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν· ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται, αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει. εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω· ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην· ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός; μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν. οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι· λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων. εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω· καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ, ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει. ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι. ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ· εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν, ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι· ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος. ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην, ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει· ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ. ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν, οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής. ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε, καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν. ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα. Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι, ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ, ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι. αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ· αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν· εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι· τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων. οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι. ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες. Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων. αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων· τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις. ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας, οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης. οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι. νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω. ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη. ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει, σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν, ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο· ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα. τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο, ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ, ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι. λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται, καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν· ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος. ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι· τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς· Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι