πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι, μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη, αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών, ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε· τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων· στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ. νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε. τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες, ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων. ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι. τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον· φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας· νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως; μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν, ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν. ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων, ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι· πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα. ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι. εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις. ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,