<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="3">ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε</l><l n="4">πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο</l><l n="5">ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·</l><l n="6">τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη</l><l n="7">πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ</l><l n="8">ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,</l><l n="9">ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,</l><l n="10">ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="11">ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.</l><l n="12">ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται</l><l n="13">φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ</l><l n="14">ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·</l><l n="15">ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος</l><l n="16">πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ</l><l n="18">κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος</l><l n="19">φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,</l><l n="20">τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="21">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.</l><l n="22">ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι</l><l n="23">φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου</l><l n="24">δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·</l><l n="25">ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα</l><l n="26">πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,</l><l n="27">ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους</l><l n="28">ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·</l><l n="29">τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,</l><l n="30">δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,</l><l n="31">τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,</l><l n="32">δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="33">αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο</l><l n="35">ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς</l><l n="36">ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα</l><l n="37">ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ</l><l n="38">τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·</l><l n="39">τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.</l><l n="40">καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε</l><l n="41">νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·</l><l n="42">κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν</l><l n="43">Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·</l><l n="44">ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.</l><l n="45">ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν</l><l n="46">ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις</l><l n="47">χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε</l><l n="48">πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.</l><l n="49">τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="50">γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,</l><l n="51">ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς</l><l n="52">φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·</l><l n="53">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="54">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="55">ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον</l><l n="56">αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,</l><l n="57">οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="58">Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε</l><l n="59">πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.</l><l n="60">ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο</l><l n="61">γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω</l><l n="62">ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει</l><l n="63">γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς</l><l n="65">γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ</l><l n="66">ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.</l><l n="67">ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="68">οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων</l><l n="69">κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="70">ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.</l><l n="71">αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,</l><l n="72">τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·</l><l n="73">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="74">γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·</l><l n="75">ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·</l><l n="76">πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν</l><l n="77">ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="78">καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε</l><l n="79">Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.</l><l n="80">νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν</l><l n="81">ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα</l><l n="82">πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε</l><l n="83">μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,</l><l n="84">ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ</l><l n="85">γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος</l><l n="86">Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει</l><l n="87">Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.</l><l n="88">τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·</l><l n="89">τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,</l><l n="90">ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας</l><l n="91">ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·</l><l n="92">νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω</l><l n="93">σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="94">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="95">μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,</l><l n="96">ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.</l><milestone ed="p" n="97" unit="card"/></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς</l><l n="98">λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·</l><q><l n="99">νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·</l><l n="100">πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ</l><l n="101">τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν</l><l n="102">Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·</l><l n="103">νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε</l><l n="104">Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι</l><l n="105">καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.</l><l n="106">ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;</l><l n="107">κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="108">οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;</l><l n="109">πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·</l><l n="110">ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·</l><l n="111">ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ</l><l n="112">ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται</l><l n="113">ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l></q><l n="114"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·</l><l n="115">ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="116">ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l><l n="131">ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,</l><l n="132">ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.</l><l n="133">ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες</l><l n="134">τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,</l><l n="135">οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.</l><milestone ed="p" n="136" unit="card"/></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="137">ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο</l><l n="138">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="139">τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος</l><l n="140">Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων</l><l n="141">υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος</l><l n="142">γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν</l><l n="143">πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.</l><l n="144">τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο</l><l n="145">ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε</l><l n="146">Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,</l><l n="147">τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.</l><l n="148">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="149">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="202">κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.</l><l n="203">τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο</l><l n="204">δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·</l><l n="205">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,</l><l n="206">οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,</l><l n="207">ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="208">χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.</l><l n="209">ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε</l><l n="210">Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·</l><l n="211">καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,</l><l n="212">εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης</l><l n="213">ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·</l><q><l n="214">ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις</l><l n="215">ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.</l><l n="216">εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,</l><l n="217">ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·</l><l n="218">πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,</l><l n="219">οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν</l><l n="220">στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.</l><l n="221">ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.</l></q><l n="222"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="223">ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.</l><l n="224">Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,</l><l n="225">πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι</l><l n="226">ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="228">καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·</l><q><l n="229">ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς</l><l n="230">εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="231">Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ</l><l n="232">δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.</l></q><milestone ed="p" n="233" unit="card"/><l n="233"><milestone ed="P" unit="para"/>ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ</l><l n="234">κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,</l><l n="235">πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς</l><l n="236">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς</l><l n="237">τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος</l><l n="238">χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,</l><l n="239">κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.</l><l n="240">δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,</l><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l><l n="319">εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας</l><l n="320">μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ</l><l n="321">ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.</l><l n="322">αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ</l><l n="323">ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="324" unit="card"/><l n="324"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων</l><l n="325">μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.</l><l n="326">πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο</l><l n="327">ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·</l><l n="328">Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ</l><l n="329">μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,</l><l n="330">αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="331">ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ</l><l n="332">Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·</l><l n="333">ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.</l><l n="334">αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο</l><l n="335">εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,</l><l n="336">ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι</l><l n="337">φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας</l><l n="338">δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν</l><l n="339">μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·</l><l n="340">μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="341">φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.</l><l n="343">πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς</l><l n="344">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·</l><l n="345">πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.</l><l n="346">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν</l><l n="347">αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·</l><l n="348">ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς</l><l n="349">κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.</l><l n="350">καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,</l><l n="351">καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,</l><l n="352">τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·</l><l n="353">τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,</l><l n="354">οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα</l><l n="355">πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.</l><l n="356">καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="357">Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,</l><l n="358">οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.</l><l n="359">λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς</l><l n="360">ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;</l></q><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.</l><l n="362">ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ</l><l n="363">κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο</l><l n="364">πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,</l><l n="365">ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·</l><l n="366">οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ</l><l n="367">Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην</l><l n="368">πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="369">Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν</l><l n="370">ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι</l><l n="371">ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.</l><l n="372">ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,</l><l n="373">παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,</l><l n="374">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="375">μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="376">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="377"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,</l><l n="378">αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="379">Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν</l><l n="380">ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.</l></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,</l><l n="382">ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.</l><l n="383"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα</l><l n="384">παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·</l><l n="385">ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα</l><l n="386">ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·</l><l n="387">σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,</l><l n="388">ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς</l><l n="389">ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ</l><l n="390">γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.</l><l n="391">ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης</l><l n="392">ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε</l><l n="393">χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="394">τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις</l><l n="395">θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="396">ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας</l><l n="397">οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα</l><l n="398">ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;</l><l n="399">τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.</l><milestone ed="p" n="400" unit="card"/></q><l n="400"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν</l><l n="401">σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·</l><l n="402">τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.</l><l n="403">ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="404">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,</l><l n="405">τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·</l><l n="406">τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="407">ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,</l><l n="408">τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,</l><l n="409">καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="410">νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων</l><l n="411">εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.</l><l n="412">οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,</l><l n="413">ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς</l><l n="414">κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.</l></q></div></div></body></text></TEI>