<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l><l n="319">εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας</l><l n="320">μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ</l><l n="321">ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.</l><l n="322">αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ</l><l n="323">ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="324" unit="card"/><l n="324"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων</l><l n="325">μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.</l><l n="326">πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο</l><l n="327">ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·</l><l n="328">Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ</l><l n="329">μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,</l><l n="330">αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="331">ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ</l><l n="332">Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·</l><l n="333">ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.</l><l n="334">αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο</l><l n="335">εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,</l><l n="336">ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι</l><l n="337">φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας</l><l n="338">δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν</l><l n="339">μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·</l><l n="340">μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="341">φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.</l><l n="343">πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς</l><l n="344">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·</l><l n="345">πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.</l><l n="346">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν</l><l n="347">αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·</l><l n="348">ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς</l><l n="349">κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.</l><l n="350">καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,</l><l n="351">καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,</l><l n="352">τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·</l><l n="353">τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,</l><l n="354">οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα</l><l n="355">πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.</l><l n="356">καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="357">Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,</l><l n="358">οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.</l><l n="359">λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς</l><l n="360">ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;</l></q><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.</l><l n="362">ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ</l><l n="363">κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο</l><l n="364">πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,</l><l n="365">ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·</l><l n="366">οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ</l><l n="367">Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην</l><l n="368">πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="369">Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν</l><l n="370">ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι</l><l n="371">ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.</l><l n="372">ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,</l><l n="373">παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,</l><l n="374">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="375">μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="376">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>