καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν. Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων, ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν· ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν. ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος· τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε· νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν, ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα. ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην, χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι. τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων· Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει· τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη· ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν, ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός· αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι· μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι. τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην· αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή, ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο, πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη. οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας· φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν. ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους, ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι. φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω. αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί. ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι. πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα· Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης, αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι· ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν. αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν, ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ· μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ. πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς· πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ. ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ· ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν. καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι, καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον, τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει· τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας, οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο. καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν, οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην. λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς; φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα. ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται, ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ· οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα· Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί. ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις, παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι, μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ, μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν. αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη, αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν· Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν. ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ, ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα. αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ· ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο· σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών, ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας. ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον· τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν; ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας; τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας. ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός· τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ. ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε, τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης· τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα. ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας, τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη, καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα· νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις. οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις, ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις. ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ· τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν. τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη, αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα· ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε. ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ, καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ. τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ, ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε· τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν, ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα· τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον. ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη. αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων· Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ. ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν. ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη· Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης. ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε. σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·