<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l><l n="319">εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας</l><l n="320">μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ</l><l n="321">ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.</l><l n="322">αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ</l><l n="323">ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="324" unit="card"/><l n="324"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων</l><l n="325">μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.</l><l n="326">πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο</l><l n="327">ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·</l><l n="328">Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ</l><l n="329">μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,</l><l n="330">αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="331">ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ</l><l n="332">Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·</l><l n="333">ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.</l><l n="334">αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο</l><l n="335">εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,</l><l n="336">ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι</l><l n="337">φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας</l><l n="338">δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν</l><l n="339">μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·</l><l n="340">μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="341">φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.</l><l n="343">πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς</l><l n="344">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·</l><l n="345">πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.</l><l n="346">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν</l><l n="347">αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·</l><l n="348">ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς</l><l n="349">κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.</l><l n="350">καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,</l><l n="351">καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,</l><l n="352">τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·</l><l n="353">τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,</l><l n="354">οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα</l><l n="355">πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.</l><l n="356">καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="357">Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,</l><l n="358">οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.</l><l n="359">λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς</l><l n="360">ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;</l></q><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.</l><l n="362">ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ</l><l n="363">κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο</l><l n="364">πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,</l><l n="365">ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·</l><l n="366">οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ</l><l n="367">Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην</l><l n="368">πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="369">Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν</l><l n="370">ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι</l><l n="371">ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.</l><l n="372">ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,</l><l n="373">παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,</l><l n="374">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="375">μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="376">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="377"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,</l><l n="378">αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="379">Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν</l><l n="380">ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.</l></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,</l><l n="382">ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.</l><l n="383"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα</l><l n="384">παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·</l><l n="385">ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα</l><l n="386">ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·</l><l n="387">σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,</l><l n="388">ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς</l><l n="389">ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ</l><l n="390">γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.</l><l n="391">ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης</l><l n="392">ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε</l><l n="393">χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="394">τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις</l><l n="395">θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="396">ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας</l><l n="397">οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα</l><l n="398">ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;</l><l n="399">τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.</l><milestone ed="p" n="400" unit="card"/></q><l n="400"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν</l><l n="401">σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·</l><l n="402">τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.</l><l n="403">ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="404">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,</l><l n="405">τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·</l><l n="406">τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="407">ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,</l><l n="408">τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,</l><l n="409">καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="410">νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων</l><l n="411">εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.</l><l n="412">οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,</l><l n="413">ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς</l><l n="414">κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.</l></q><l n="415"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·</l><l n="416">τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="417">πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.</l><l n="418">τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,</l><l n="419">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="420">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη</l><l n="421">καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα</l><l n="422">δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.</l></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,</l><l n="424">καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ</l><l n="425">ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.</l><l n="426">τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="427">ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="428">τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ</l><l n="429">εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,</l><l n="430">ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη</l><l n="431">ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·</l><l n="432">τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο</l><l n="433">Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.</l><milestone ed="p" n="434" unit="card"/></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.</l><l n="435">αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="436">Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν</l><l n="437">ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ</l><l n="438">ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.</l><l n="439">ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε</l><l n="440">καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="441">νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ</l><l n="442">μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ</l><l n="443">μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι</l><l n="444">πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν</l><l n="445">μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.</l><l n="446">ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα</l><l n="447">εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·</l><l n="448">Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες</l><l n="449">Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.</l><l n="450">ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι</l><l n="451">ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα</l><l n="452">Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.</l><l n="453">σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε</l><l n="454">δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·</l><l n="455">στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.</l><l n="456">νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ</l><l n="457">μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.</l><l n="458">τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων</l><l n="459">πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται</l><l n="460">πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι</l></q><l n="461"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="462">ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο</l><l n="463">ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω</l><l n="464">δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε</l><l n="465">ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,</l><l n="466">ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα</l><l n="467">παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα</l><l n="469">πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.</l><l n="470">τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν</l><l n="471">Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="472">φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην</l><l n="473">πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·</l><l n="474">νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;</l><l n="475">μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω</l><l n="476">εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,</l><l n="477">ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.</l></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,</l><l n="479">ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις</l><l n="480">νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·</l><q><l n="481">πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο</l><l n="482">στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι</l><l n="483">τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ</l><l n="484">Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.</l><l n="485">ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν</l><l n="486">ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.</l><l n="487">εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="488">ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.</l></q><l n="489"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε</l><l n="490">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,</l><l n="491">αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα</l><l n="492">ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.</l><l n="493">δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,</l><l n="494">ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην</l><l n="495">χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·</l><l n="496">ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.</l><l n="497">Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="498">Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ</l><l n="499">πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·</l><l n="500">ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="501">εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.</l><milestone ed="p" n="502" unit="card"/></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα</l><l n="503">πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.</l><l n="504">ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·</l><l n="505">ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="506">δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,</l><l n="507">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ</l><l n="508">εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·</l><q><l n="509">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="510">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="511"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·</l><q><l n="512">σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,</l><l n="513">ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><q><l n="515">αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·</l><l n="516">μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος</l><l n="517">μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.</l><l n="518">οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,</l><l n="519">οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·</l><l n="520">κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς</l><l n="521">Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.</l><l n="522">ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται</l><l n="523">ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,</l><l n="524">πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,</l><l n="525">ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.</l><l n="526"><milestone ed="P" unit="para"/>ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,</l><l n="527">ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ</l><l n="528">Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ</l><l n="529">γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε</l><l n="530">ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·</l><q><l n="531">πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ</l><l n="532">ἔλθωσι προτὶ ἄστυ πεφυζότες· ἦ γὰρ Ἀχιλλεὺς</l><l n="533">ἐγγὺς ὅδε κλονέων· νῦν οἴω λοίγιʼ ἔσεσθαι.</l><l n="534">αὐτὰρ ἐπεί κʼ ἐς τεῖχος ἀναπνεύσωσιν ἀλέντες,</l><l n="535">αὖτις ἐπανθέμεναι σανίδας πυκινῶς ἀραρυίας·</l><l n="536">δείδια γὰρ μὴ οὖλος ἀνὴρ ἐς τεῖχος ἅληται.</l></q><milestone ed="p" n="537" unit="card"/></q><l n="537"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄνεσάν τε πύλας καὶ ἀπῶσαν ὀχῆας·</l><l n="538">αἳ δὲ πετασθεῖσαι τεῦξαν φάος· αὐτὰρ Ἀπόλλων</l><l n="539">ἀντίος ἐξέθορε Τρώων ἵνα λοιγὸν ἀλάλκοι.</l><l n="540">οἳ δʼ ἰθὺς πόλιος καὶ τείχεος ὑψηλοῖο</l><l n="541">δίψῃ καρχαλέοι κεκονιμένοι ἐκ πεδίοιο</l><l n="542">φεῦγον· ὃ δὲ σφεδανὸν ἔφεπʼ ἔγχεϊ, λύσσα δέ οἱ κῆρ</l><l n="543">αἰὲν ἔχε κρατερή, μενέαινε δὲ κῦδος ἀρέσθαι.</l><l n="544"><milestone ed="P" unit="para"/>ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν,</l><l n="545">εἰ μὴ Ἀπόλλων Φοῖβος Ἀγήνορα δῖον ἀνῆκε</l><l n="546">φῶτʼ Ἀντήνορος υἱὸν ἀμύμονά τε κρατερόν τε.</l><l n="547">ἐν μέν οἱ κραδίῃ θάρσος βάλε, πὰρ δέ οἱ αὐτὸς</l><l n="548">ἔστη, ὅπως θανάτοιο βαρείας χεῖρας ἀλάλκοι</l><l n="549">φηγῷ κεκλιμένος· κεκάλυπτο δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="550">αὐτὰρ ὅ γʼ ὡς ἐνόησεν Ἀχιλλῆα πτολίπορθον</l><l n="551">ἔστη, πολλὰ δέ οἱ κραδίη πόρφυρε μένοντι·</l><l n="552">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="553">ὤ μοι ἐγών· εἰ μέν κεν ὑπὸ κρατεροῦ Ἀχιλῆος</l><l n="554">φεύγω, τῇ περ οἱ ἄλλοι ἀτυζόμενοι κλονέονται,</l><l n="555">αἱρήσει με καὶ ὧς, καὶ ἀνάλκιδα δειροτομήσει.</l><l n="556">εἰ δʼ ἂν ἐγὼ τούτους μὲν ὑποκλονέεσθαι ἐάσω</l><l n="557">Πηλεΐδῃ Ἀχιλῆϊ, ποσὶν δʼ ἀπὸ τείχεος ἄλλῃ</l><l n="558">φεύγω πρὸς πεδίον Ἰλήϊον, ὄφρʼ ἂν ἵκωμαι</l><l n="559">Ἴδης τε κνημοὺς κατά τε ῥωπήϊα δύω·</l><l n="560">ἑσπέριος δʼ ἂν ἔπειτα λοεσσάμενος ποταμοῖο</l><l n="561">ἱδρῶ ἀποψυχθεὶς προτὶ Ἴλιον ἀπονεοίμην·</l><l n="562">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="563">μή μʼ ἀπαειρόμενον πόλιος πεδίον δὲ νοήσῃ</l><l n="564">καί με μεταΐξας μάρψῃ ταχέεσσι πόδεσσιν.</l><l n="565">οὐκέτʼ ἔπειτʼ ἔσται θάνατον καὶ κῆρας ἀλύξαι·</l><l n="566">λίην γὰρ κρατερὸς περὶ πάντων ἔστʼ ἀνθρώπων.</l><l n="567">εἰ δέ κέ οἱ προπάροιθε πόλεος κατεναντίον ἔλθω·</l><l n="568">καὶ γάρ θην τούτῳ τρωτὸς χρὼς ὀξέϊ χαλκῷ,</l><l n="569">ἐν δὲ ἴα ψυχή, θνητὸν δέ ἕ φασʼ ἄνθρωποι</l><l n="570">ἔμμεναι· αὐτάρ οἱ Κρονίδης Ζεὺς κῦδος ὀπάζει.</l><milestone ed="p" n="571" unit="card"/></q><l n="571"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Ἀχιλῆα ἀλεὶς μένεν, ἐν δέ οἱ ἦτορ</l><l n="572">ἄλκιμον ὁρμᾶτο πτολεμίζειν ἠδὲ μάχεσθαι.</l><l n="573">ἠΰτε πάρδαλις εἶσι βαθείης ἐκ ξυλόχοιο</l><l n="574">ἀνδρὸς θηρητῆρος ἐναντίον, οὐδέ τι θυμῷ</l><l n="575">ταρβεῖ οὐδὲ φοβεῖται, ἐπεί κεν ὑλαγμὸν ἀκούσῃ·</l><l n="576">εἴ περ γὰρ φθάμενός μιν ἢ οὐτάσῃ ἠὲ βάλῃσιν,</l><l n="577">ἀλλά τε καὶ περὶ δουρὶ πεπαρμένη οὐκ ἀπολήγει</l><l n="578">ἀλκῆς, πρίν γʼ ἠὲ ξυμβλήμεναι ἠὲ δαμῆναι·</l><l n="579">ὣς Ἀντήνορος υἱὸς ἀγαυοῦ δῖος Ἀγήνωρ</l><l n="580">οὐκ ἔθελεν φεύγειν, πρὶν πειρήσαιτʼ Ἀχιλῆος.</l><l n="581">ἀλλʼ ὅ γʼ ἄρʼ ἀσπίδα μὲν πρόσθʼ ἔσχετο πάντοσʼ ἐΐσην,</l><l n="582">ἐγχείῃ δʼ αὐτοῖο τιτύσκετο, καὶ μέγʼ ἀΰτει·</l><q><l n="583">ἦ δή που μάλʼ ἔολπας ἐνὶ φρεσὶ φαίδιμʼ Ἀχιλλεῦ</l><l n="584">ἤματι τῷδε πόλιν πέρσειν Τρώων ἀγερώχων</l><l n="585">νηπύτιʼ· ἦ τʼ ἔτι πολλὰ τετεύξεται ἄλγεʼ ἐπʼ αὐτῇ.</l><l n="586">ἐν γάρ οἱ πολέες τε καὶ ἄλκιμοι ἀνέρες εἰμέν,</l><l n="587">οἳ καὶ πρόσθε φίλων τοκέων ἀλόχων τε καὶ υἱῶν</l><l n="588">Ἴλιον εἰρυόμεσθα· σὺ δʼ ἐνθάδε πότμον ἐφέψεις</l><l n="589">ὧδʼ ἔκπαγλος ἐὼν καὶ θαρσαλέος πολεμιστής.</l></q><l n="590"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ὀξὺν ἄκοντα βαρείης χειρὸς ἀφῆκε,</l><l n="591">καί ῥʼ ἔβαλε κνήμην ὑπὸ γούνατος οὐδʼ ἀφάμαρτεν.</l><l n="592">ἀμφὶ δέ οἱ κνημὶς νεοτεύκτου κασσιτέροιο</l><l n="593">σμερδαλέον κονάβησε· πάλιν δʼ ἀπὸ χαλκὸς ὄρουσε</l><l n="594">βλημένου, οὐδʼ ἐπέρησε, θεοῦ δʼ ἠρύκακε δῶρα.</l><l n="595">Πηλεΐδης δʼ ὁρμήσατʼ Ἀγήνορος ἀντιθέοιο</l><l n="596">δεύτερος· οὐδʼ ἔτʼ ἔασεν Ἀπόλλων κῦδος ἀρέσθαι,</l><l n="597">ἀλλά μιν ἐξήρπαξε, κάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ,</l><l n="598">ἡσύχιον δʼ ἄρα μιν πολέμου ἔκπεμπε νέεσθαι.</l><l n="599">αὐτὰρ ὃ Πηλεΐωνα δόλῳ ἀποέργαθε λαοῦ·</l><l n="600">αὐτῷ γὰρ ἑκάεργος Ἀγήνορι πάντα ἐοικὼς</l><l n="601">ἔστη πρόσθε ποδῶν, ὃ δʼ ἐπέσσυτο ποσσὶ διώκειν·</l><l n="602">εἷος ὃ τὸν πεδίοιο διώκετο πυροφόροιο</l><l n="603">τρέψας πὰρ ποταμὸν βαθυδινήεντα Σκάμανδρον</l><l n="604">τυτθὸν ὑπεκπροθέοντα· δόλῳ δʼ ἄρʼ ἔθελγεν Ἀπόλλων</l><l n="605">ὡς αἰεὶ ἔλποιτο κιχήσεσθαι ποσὶν οἷσι·</l><l n="606">τόφρʼ ἄλλοι Τρῶες πεφοβημένοι ἦλθον ὁμίλῳ</l><l n="607">ἀσπάσιοι προτὶ ἄστυ, πόλις δʼ ἔμπλητο ἀλέντων.</l><l n="608">οὐδʼ ἄρα τοί γʼ ἔτλαν πόλιος καὶ τείχεος ἐκτὸς</l><l n="609">μεῖναι ἔτʼ ἀλλήλους, καὶ γνώμεναι ὅς τε πεφεύγοι</l><l n="610">ὅς τʼ ἔθανʼ ἐν πολέμῳ· ἀλλʼ ἐσσυμένως ἐσέχυντο</l><l n="611">ἐς πόλιν, ὅν τινα τῶν γε πόδες καὶ γοῦνα σαώσαι.</l></div><div type="textpart" subtype="Book" n="22"><milestone ed="p" n="1" unit="card"/><l n="1">ὣς οἳ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροὶ</l><l n="2">ἱδρῶ ἀπεψύχοντο πίον τʼ ἀκέοντό τε δίψαν</l><l n="3">κεκλιμένοι καλῇσιν ἐπάλξεσιν· αὐτὰρ Ἀχαιοὶ</l><l n="4">τείχεος ἆσσον ἴσαν σάκεʼ ὤμοισι κλίναντες.</l><l n="5">Ἕκτορα δʼ αὐτοῦ μεῖναι ὀλοιὴ μοῖρα πέδησεν</l><l n="6">Ἰλίου προπάροιθε πυλάων τε Σκαιάων.</l><l n="7">αὐτὰρ Πηλείωνα προσηύδα Φοῖβος Ἀπόλλων·</l><q><l n="8">τίπτέ με Πηλέος υἱὲ ποσὶν ταχέεσσι διώκεις</l><l n="9">αὐτὸς θνητὸς ἐὼν θεὸν ἄμβροτον; οὐδέ νύ πώ με</l><l n="10">ἔγνως ὡς θεός εἰμι, σὺ δʼ ἀσπερχὲς μενεαίνεις.</l><l n="11">ἦ νύ τοι οὔ τι μέλει Τρώων πόνος, οὓς ἐφόβησας,</l><l n="12">οἳ δή τοι εἰς ἄστυ ἄλεν, σὺ δὲ δεῦρο λιάσθης.</l><l n="13">οὐ μέν με κτενέεις, ἐπεὶ οὔ τοι μόρσιμός εἰμι.</l></q><l n="14"><milestone ed="P" unit="para"/>τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="15">ἔβλαψάς μʼ ἑκάεργε θεῶν ὀλοώτατε πάντων</l><l n="16">ἐνθάδε νῦν τρέψας ἀπὸ τείχεος· ἦ κʼ ἔτι πολλοὶ</l><l n="17">γαῖαν ὀδὰξ εἷλον πρὶν Ἴλιον εἰσαφικέσθαι.</l><l n="18">νῦν δʼ ἐμὲ μὲν μέγα κῦδος ἀφείλεο, τοὺς δὲ σάωσας</l><l n="19">ῥηϊδίως, ἐπεὶ οὔ τι τίσιν γʼ ἔδεισας ὀπίσσω.</l><l n="20">ἦ σʼ ἂν τισαίμην, εἴ μοι δύναμίς γε παρείη.</l></q><l n="21"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προτὶ ἄστυ μέγα φρονέων ἐβεβήκει,</l><l n="22">σευάμενος ὥς θʼ ἵππος ἀεθλοφόρος σὺν ὄχεσφιν,</l><l n="23">ὅς ῥά τε ῥεῖα θέῃσι τιταινόμενος πεδίοιο·</l><l n="24">ὣς Ἀχιλεὺς λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα.</l><l n="25"><milestone ed="P" unit="para"/>τὸν δʼ ὃ γέρων Πρίαμος πρῶτος ἴδεν ὀφθαλμοῖσι</l><l n="26">παμφαίνονθʼ ὥς τʼ ἀστέρʼ ἐπεσσύμενον πεδίοιο,</l><l n="27">ὅς ῥά τʼ ὀπώρης εἶσιν, ἀρίζηλοι δέ οἱ αὐγαὶ</l><l n="28">φαίνονται πολλοῖσι μετʼ ἀστράσι νυκτὸς ἀμολγῷ,</l><l n="29">ὅν τε κύνʼ Ὠρίωνος ἐπίκλησιν καλέουσι.</l><l n="30">λαμπρότατος μὲν ὅ γʼ ἐστί, κακὸν δέ τε σῆμα τέτυκται,</l><l n="31">καί τε φέρει πολλὸν πυρετὸν δειλοῖσι βροτοῖσιν·</l><l n="32">ὣς τοῦ χαλκὸς ἔλαμπε περὶ στήθεσσι θέοντος.</l><l n="33">ᾤμωξεν δʼ ὃ γέρων, κεφαλὴν δʼ ὅ γε κόψατο χερσὶν</l><l n="34">ὑψόσʼ ἀνασχόμενος, μέγα δʼ οἰμώξας ἐγεγώνει</l><l n="35">λισσόμενος φίλον υἱόν· ὃ δὲ προπάροιθε πυλάων</l><l n="36">ἑστήκει ἄμοτον μεμαὼς Ἀχιλῆϊ μάχεσθαι·</l><l n="37">τὸν δʼ ὃ γέρων ἐλεεινὰ προσηύδα χεῖρας ὀρεγνύς·</l><milestone ed="p" n="38" unit="card"/><q><l n="38"><milestone ed="P" unit="para"/>Ἕκτορ μή μοι μίμνε φίλον τέκος ἀνέρα τοῦτον</l><l n="39">οἶος ἄνευθʼ ἄλλων, ἵνα μὴ τάχα πότμον ἐπίσπῃς</l><l n="40">Πηλεΐωνι δαμείς, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι</l><l n="41">σχέτλιος· αἴθε θεοῖσι φίλος τοσσόνδε γένοιτο</l><l n="42">ὅσσον ἐμοί· τάχα κέν ἑ κύνες καὶ γῦπες ἔδοιεν</l><l n="43">κείμενον· ἦ κέ μοι αἰνὸν ἀπὸ πραπίδων ἄχος ἔλθοι·</l><l n="44">ὅς μʼ υἱῶν πολλῶν τε καὶ ἐσθλῶν εὖνιν ἔθηκε</l><l n="45">κτείνων καὶ περνὰς νήσων ἔπι τηλεδαπάων.</l><l n="46">καὶ γὰρ νῦν δύο παῖδε Λυκάονα καὶ Πολύδωρον</l><l n="47">οὐ δύναμαι ἰδέειν Τρώων εἰς ἄστυ ἀλέντων,</l><l n="48">τούς μοι Λαοθόη τέκετο κρείουσα γυναικῶν.</l><l n="49">ἀλλʼ εἰ μὲν ζώουσι μετὰ στρατῷ, ἦ τʼ ἂν ἔπειτα</l><l n="50">χαλκοῦ τε χρυσοῦ τʼ ἀπολυσόμεθʼ, ἔστι γὰρ ἔνδον·</l><l n="51">πολλὰ γὰρ ὤπασε παιδὶ γέρων ὀνομάκλυτος Ἄλτης.</l><l n="52">εἰ δʼ ἤδη τεθνᾶσι καὶ εἰν Ἀΐδαο δόμοισιν,</l><l n="53">ἄλγος ἐμῷ θυμῷ καὶ μητέρι τοὶ τεκόμεσθα·</l><l n="54">λαοῖσιν δʼ ἄλλοισι μινυνθαδιώτερον ἄλγος</l><l n="55">ἔσσεται, ἢν μὴ καὶ σὺ θάνῃς Ἀχιλῆϊ δαμασθείς.</l><l n="56">ἀλλʼ εἰσέρχεο τεῖχος ἐμὸν τέκος, ὄφρα σαώσῃς</l><l n="57">Τρῶας καὶ Τρῳάς, μὴ δὲ μέγα κῦδος ὀρέξῃς</l><l n="58">Πηλεΐδῃ, αὐτὸς δὲ φίλης αἰῶνος ἀμερθῇς.</l><l n="59">πρὸς δʼ ἐμὲ τὸν δύστηνον ἔτι φρονέοντʼ ἐλέησον</l><l n="60">δύσμορον, ὅν ῥα πατὴρ Κρονίδης ἐπὶ γήραος οὐδῷ</l><l n="61">αἴσῃ ἐν ἀργαλέῃ φθίσει κακὰ πόλλʼ ἐπιδόντα</l><l n="62">υἷάς τʼ ὀλλυμένους ἑλκηθείσας τε θύγατρας,</l><l n="63">καὶ θαλάμους κεραϊζομένους, καὶ νήπια τέκνα</l><l n="64">βαλλόμενα προτὶ γαίῃ ἐν αἰνῇ δηϊοτῆτι,</l><l n="65">ἑλκομένας τε νυοὺς ὀλοῇς ὑπὸ χερσὶν Ἀχαιῶν.</l><l n="66">αὐτὸν δʼ ἂν πύματόν με κύνες πρώτῃσι θύρῃσιν</l><l n="67">ὠμησταὶ ἐρύουσιν, ἐπεί κέ τις ὀξέϊ χαλκῷ</l><l n="68">τύψας ἠὲ βαλὼν ῥεθέων ἐκ θυμὸν ἕληται,</l><l n="69">οὓς τρέφον ἐν μεγάροισι τραπεζῆας θυραωρούς,</l><l n="70">οἵ κʼ ἐμὸν αἷμα πιόντες ἀλύσσοντες περὶ θυμῷ</l><l n="71">κείσοντʼ ἐν προθύροισι. νέῳ δέ τε πάντʼ ἐπέοικεν</l><l n="72">ἄρηϊ κταμένῳ δεδαϊγμένῳ ὀξέϊ χαλκῷ</l><l n="73">κεῖσθαι· πάντα δὲ καλὰ θανόντι περ ὅττι φανήῃ·</l><l n="74">ἀλλʼ ὅτε δὴ πολιόν τε κάρη πολιόν τε γένειον</l><l n="75">αἰδῶ τʼ αἰσχύνωσι κύνες κταμένοιο γέροντος,</l><l n="76">τοῦτο δὴ οἴκτιστον πέλεται δειλοῖσι βροτοῖσιν.</l></q><milestone ed="p" n="77" unit="card"/><l n="77"><milestone ed="P" unit="para"/>ἦ ῥʼ ὃ γέρων, πολιὰς δʼ ἄρʼ ἀνὰ τρίχας ἕλκετο χερσὶ</l><l n="78">τίλλων ἐκ κεφαλῆς· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθε.</l><l n="79">μήτηρ δʼ αὖθʼ ἑτέρωθεν ὀδύρετο δάκρυ χέουσα</l><l n="80">κόλπον ἀνιεμένη, ἑτέρηφι δὲ μαζὸν ἀνέσχε·</l><l n="81">καί μιν δάκρυ χέουσʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="82">Ἕκτορ τέκνον ἐμὸν τάδε τʼ αἴδεο καί μʼ ἐλέησον</l><l n="83">αὐτήν, εἴ ποτέ τοι λαθικηδέα μαζὸν ἐπέσχον·</l><l n="84">τῶν μνῆσαι φίλε τέκνον ἄμυνε δὲ δήϊον ἄνδρα</l><l n="85">τείχεος ἐντὸς ἐών, μὴ δὲ πρόμος ἵστασο τούτῳ</l><l n="86">σχέτλιος· εἴ περ γάρ σε κατακτάνῃ, οὔ σʼ ἔτʼ ἔγωγε</l><l n="87">κλαύσομαι ἐν λεχέεσσι φίλον θάλος, ὃν τέκον αὐτή,</l><l n="88">οὐδʼ ἄλοχος πολύδωρος· ἄνευθε δέ σε μέγα νῶϊν</l><l n="89">Ἀργείων παρὰ νηυσὶ κύνες ταχέες κατέδονται.</l></q><l n="90"><milestone ed="P" unit="para"/>ὣς τώ γε κλαίοντε προσαυδήτην φίλον υἱὸν</l><l n="91">πολλὰ λισσομένω· οὐδʼ Ἕκτορι θυμὸν ἔπειθον,</l><l n="92">ἀλλʼ ὅ γε μίμνʼ Ἀχιλῆα πελώριον ἆσσον ἰόντα.</l><l n="93">ὡς δὲ δράκων ἐπὶ χειῇ ὀρέστερος ἄνδρα μένῃσι</l><l n="94">βεβρωκὼς κακὰ φάρμακʼ, ἔδυ δέ τέ μιν χόλος αἰνός,</l><l n="95">σμερδαλέον δὲ δέδορκεν ἑλισσόμενος περὶ χειῇ·</l><l n="96">ὣς Ἕκτωρ ἄσβεστον ἔχων μένος οὐχ ὑπεχώρει</l><l n="97">πύργῳ ἔπι προὔχοντι φαεινὴν ἀσπίδʼ ἐρείσας·</l><l n="98">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="99">ὤ μοι ἐγών, εἰ μέν κε πύλας καὶ τείχεα δύω,</l><l n="100">Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει,</l><l n="101">ὅς μʼ ἐκέλευε Τρωσὶ ποτὶ πτόλιν ἡγήσασθαι</l><l n="102">νύχθʼ ὕπο τήνδʼ ὀλοὴν ὅτε τʼ ὤρετο δῖος Ἀχιλλεύς.</l><l n="103">ἀλλʼ ἐγὼ οὐ πιθόμην· ἦ τʼ ἂν πολὺ κέρδιον ἦεν.</l><l n="104">νῦν δʼ ἐπεὶ ὤλεσα λαὸν ἀτασθαλίῃσιν ἐμῇσιν,</l><l n="105">αἰδέομαι Τρῶας καὶ Τρῳάδας ἑλκεσιπέπλους,</l><l n="106">μή ποτέ τις εἴπῃσι κακώτερος ἄλλος ἐμεῖο·</l><q><l n="107">Ἕκτωρ ἧφι βίηφι πιθήσας ὤλεσε λαόν.</l></q><l n="108">ὣς ἐρέουσιν· ἐμοὶ δὲ τότʼ ἂν πολὺ κέρδιον εἴη</l><l n="109">ἄντην ἢ Ἀχιλῆα κατακτείναντα νέεσθαι,</l><l n="110">ἠέ κεν αὐτῷ ὀλέσθαι ἐϋκλειῶς πρὸ πόληος.</l><milestone ed="p" n="111" unit="card"/><l n="111">εἰ δέ κεν ἀσπίδα μὲν καταθείομαι ὀμφαλόεσσαν</l><l n="112">καὶ κόρυθα βριαρήν, δόρυ δὲ πρὸς τεῖχος ἐρείσας</l><l n="113">αὐτὸς ἰὼν Ἀχιλῆος ἀμύμονος ἀντίος ἔλθω</l><l n="114">καί οἱ ὑπόσχωμαι Ἑλένην καὶ κτήμαθʼ ἅμʼ αὐτῇ,</l><l n="115">πάντα μάλʼ ὅσσά τʼ Ἀλέξανδρος κοίλῃς ἐνὶ νηυσὶν</l><l n="116">ἠγάγετο Τροίηνδʼ, ἥ τʼ ἔπλετο νείκεος ἀρχή,</l><l n="117">δωσέμεν Ἀτρεΐδῃσιν ἄγειν, ἅμα δʼ ἀμφὶς Ἀχαιοῖς</l><l n="118">ἄλλʼ ἀποδάσσεσθαι ὅσα τε πτόλις ἥδε κέκευθε·</l><l n="119">Τρωσὶν δʼ αὖ μετόπισθε γερούσιον ὅρκον ἕλωμαι</l><l n="120">μή τι κατακρύψειν, ἀλλʼ ἄνδιχα πάντα δάσασθαι</l><l n="121">κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἐέργει·</l><l n="122">ἀλλὰ τί ἤ μοι ταῦτα φίλος διελέξατο θυμός;</l><l n="123">μή μιν ἐγὼ μὲν ἵκωμαι ἰών, ὃ δέ μʼ οὐκ ἐλεήσει</l><l n="124">οὐδέ τί μʼ αἰδέσεται, κτενέει δέ με γυμνὸν ἐόντα</l><l n="125">αὔτως ὥς τε γυναῖκα, ἐπεί κʼ ἀπὸ τεύχεα δύω.</l><l n="126">οὐ μέν πως νῦν ἔστιν ἀπὸ δρυὸς οὐδʼ ἀπὸ πέτρης</l><l n="127">τῷ ὀαριζέμεναι, ἅ τε παρθένος ἠΐθεός τε</l><l n="128">παρθένος ἠΐθεός τʼ ὀαρίζετον ἀλλήλοιιν.</l><l n="129">βέλτερον αὖτʼ ἔριδι ξυνελαυνέμεν ὅττι τάχιστα·</l><l n="130">εἴδομεν ὁπποτέρῳ κεν Ὀλύμπιος εὖχος ὀρέξῃ.</l><milestone ed="p" n="131" unit="card"/></q><l n="131"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων, ὃ δέ οἱ σχεδὸν ἦλθεν Ἀχιλλεὺς</l><l n="132">ἶσος Ἐνυαλίῳ κορυθάϊκι πτολεμιστῇ</l><l n="133">σείων Πηλιάδα μελίην κατὰ δεξιὸν ὦμον</l><l n="134">δεινήν· ἀμφὶ δὲ χαλκὸς ἐλάμπετο εἴκελος αὐγῇ</l><l n="135">ἢ πυρὸς αἰθομένου ἢ ἠελίου ἀνιόντος.</l><l n="136">Ἕκτορα δʼ, ὡς ἐνόησεν, ἕλε τρόμος· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="137">αὖθι μένειν, ὀπίσω δὲ πύλας λίπε, βῆ δὲ φοβηθείς·</l><l n="138">Πηλεΐδης δʼ ἐπόρουσε ποσὶ κραιπνοῖσι πεποιθώς.</l><l n="139">ἠΰτε κίρκος ὄρεσφιν ἐλαφρότατος πετεηνῶν</l><l n="140">ῥηϊδίως οἴμησε μετὰ τρήρωνα πέλειαν,</l><l n="141">ἣ δέ θʼ ὕπαιθα φοβεῖται, ὃ δʼ ἐγγύθεν ὀξὺ λεληκὼς</l><l n="142">ταρφέʼ ἐπαΐσσει, ἑλέειν τέ ἑ θυμὸς ἀνώγει·</l><l n="143">ὣς ἄρʼ ὅ γʼ ἐμμεμαὼς ἰθὺς πέτετο, τρέσε δʼ Ἕκτωρ</l><l n="144">τεῖχος ὕπο Τρώων, λαιψηρὰ δὲ γούνατʼ ἐνώμα.</l><l n="145">οἳ δὲ παρὰ σκοπιὴν καὶ ἐρινεὸν ἠνεμόεντα</l><l n="146">τείχεος αἰὲν ὑπʼ ἐκ κατʼ ἀμαξιτὸν ἐσσεύοντο,</l><l n="147">κρουνὼ δʼ ἵκανον καλλιρρόω· ἔνθα δὲ πηγαὶ</l><l n="148">δοιαὶ ἀναΐσσουσι Σκαμάνδρου δινήεντος.</l><l n="149">ἣ μὲν γάρ θʼ ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς</l><l n="150">γίγνεται ἐξ αὐτῆς ὡς εἰ πυρὸς αἰθομένοιο·</l><l n="151">ἣ δʼ ἑτέρη θέρεϊ προρέει ἐϊκυῖα χαλάζῃ,</l><l n="152">ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.</l><l n="153">ἔνθα δʼ ἐπʼ αὐτάων πλυνοὶ εὐρέες ἐγγὺς ἔασι</l><l n="154">καλοὶ λαΐνεοι, ὅθι εἵματα σιγαλόεντα</l><l n="155">πλύνεσκον Τρώων ἄλοχοι καλαί τε θύγατρες</l><l n="156">τὸ πρὶν ἐπʼ εἰρήνης πρὶν ἐλθεῖν υἷας Ἀχαιῶν.</l><l n="157">τῇ ῥα παραδραμέτην φεύγων ὃ δʼ ὄπισθε διώκων·</l><l n="158">πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγʼ ἀμείνων</l><l n="159">καρπαλίμως, ἐπεὶ οὐχ ἱερήϊον οὐδὲ βοείην</l><l n="160">ἀρνύσθην, ἅ τε ποσσὶν ἀέθλια γίγνεται ἀνδρῶν,</l><l n="161">ἀλλὰ περὶ ψυχῆς θέον Ἕκτορος ἱπποδάμοιο.</l><l n="162">ὡς δʼ ὅτʼ ἀεθλοφόροι περὶ τέρματα μώνυχες ἵπποι</l><l n="163">ῥίμφα μάλα τρωχῶσι· τὸ δὲ μέγα κεῖται ἄεθλον</l><l n="164">ἢ τρίπος ἠὲ γυνὴ ἀνδρὸς κατατεθνηῶτος·</l><l n="165">ὣς τὼ τρὶς Πριάμοιο πόλιν πέρι δινηθήτην</l><l n="166">καρπαλίμοισι πόδεσσι· θεοὶ δʼ ἐς πάντες ὁρῶντο·</l><l n="167">τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε·</l><q><l n="168">ὢ πόποι ἦ φίλον ἄνδρα διωκόμενον περὶ τεῖχος</l><l n="169">ὀφθαλμοῖσιν ὁρῶμαι· ἐμὸν δʼ ὀλοφύρεται ἦτορ</l><l n="170">Ἕκτορος, ὅς μοι πολλὰ βοῶν ἐπὶ μηρίʼ ἔκηεν</l><l n="171">Ἴδης ἐν κορυφῇσι πολυπτύχου, ἄλλοτε δʼ αὖτε</l><l n="172">ἐν πόλει ἀκροτάτῃ· νῦν αὖτέ ἑ δῖος Ἀχιλλεὺς</l><l n="173">ἄστυ πέρι Πριάμοιο ποσὶν ταχέεσσι διώκει.</l><l n="174">ἀλλʼ ἄγετε φράζεσθε θεοὶ καὶ μητιάασθε</l><l n="175">ἠέ μιν ἐκ θανάτοιο σαώσομεν, ἦέ μιν ἤδη</l><l n="176">Πηλεΐδῃ Ἀχιλῆϊ δαμάσσομεν ἐσθλὸν ἐόντα.</l></q><milestone ed="p" n="177" unit="card"/><l n="177"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="178">ὦ πάτερ ἀργικέραυνε κελαινεφὲς οἷον ἔειπες·</l><l n="179">ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ</l><l n="180">ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;</l><l n="181">ἔρδʼ· ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.</l></q><l n="182"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="183">θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ</l><l n="184">πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι·</l><l n="185">ἔρξον ὅπῃ δή τοι νόος ἔπλετο, μὴ δʼ ἔτʼ ἐρώει.</l></q><l n="186"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·</l><l n="187">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων ἀΐξασα.</l><l n="188"><milestone ed="P" unit="para"/>Ἕκτορα δʼ ἀσπερχὲς κλονέων ἔφεπʼ ὠκὺς Ἀχιλλεύς.</l><l n="189">ὡς δʼ ὅτε νεβρὸν ὄρεσφι κύων ἐλάφοιο δίηται</l><l n="190">ὄρσας ἐξ εὐνῆς διά τʼ ἄγκεα καὶ διὰ βήσσας·</l><l n="191">τὸν δʼ εἴ πέρ τε λάθῃσι καταπτήξας ὑπὸ θάμνῳ,</l><l n="192">ἀλλά τʼ ἀνιχνεύων θέει ἔμπεδον ὄφρά κεν εὕρῃ·</l><l n="193">ὣς Ἕκτωρ οὐ λῆθε ποδώκεα Πηλεΐωνα.</l><l n="194">ὁσσάκι δʼ ὁρμήσειε πυλάων Δαρδανιάων</l><l n="195">ἀντίον ἀΐξασθαι ἐϋδμήτους ὑπὸ πύργους,</l><l n="196">εἴ πως οἷ καθύπερθεν ἀλάλκοιεν βελέεσσι,</l><l n="197">τοσσάκι μιν προπάροιθεν ἀποστρέψασκε παραφθὰς</l><l n="198">πρὸς πεδίον· αὐτὸς δὲ ποτὶ πτόλιος πέτετʼ αἰεί.</l><l n="199">ὡς δʼ ἐν ὀνείρῳ οὐ δύναται φεύγοντα διώκειν·</l><l n="200">οὔτʼ ἄρʼ ὃ τὸν δύναται ὑποφεύγειν οὔθʼ ὃ διώκειν·</l><l n="201">ὣς ὃ τὸν οὐ δύνατο μάρψαι ποσίν, οὐδʼ ὃς ἀλύξαι.</l><l n="202">πῶς δέ κεν Ἕκτωρ κῆρας ὑπεξέφυγεν θανάτοιο,</l><l n="203">εἰ μή οἱ πύματόν τε καὶ ὕστατον ἤντετʼ Ἀπόλλων</l><l n="204">ἐγγύθεν, ὅς οἱ ἐπῶρσε μένος λαιψηρά τε γοῦνα;</l><l n="205">λαοῖσιν δʼ ἀνένευε καρήατι δῖος Ἀχιλλεύς,</l><l n="206">οὐδʼ ἔα ἱέμεναι ἐπὶ Ἕκτορι πικρὰ βέλεμνα,</l><l n="207">μή τις κῦδος ἄροιτο βαλών, ὃ δὲ δεύτερος ἔλθοι.</l><l n="208">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπὶ κρουνοὺς ἀφίκοντο,</l><l n="209">καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα,</l><l n="210">ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο,</l><l n="211">τὴν μὲν Ἀχιλλῆος, τὴν δʼ Ἕκτορος ἱπποδάμοιο,</l><l n="212">ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ Ἕκτορος αἴσιμον ἦμαρ,</l></div></div></body></text></TEI>