<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l></q></div></div></body></text></TEI>