<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l></q></div></div></body></text></TEI>