<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="202">κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.</l><l n="203">τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο</l><l n="204">δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·</l><l n="205">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,</l><l n="206">οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,</l><l n="207">ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="208">χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.</l><l n="209">ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε</l><l n="210">Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·</l><l n="211">καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,</l><l n="212">εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης</l><l n="213">ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·</l><q><l n="214">ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις</l><l n="215">ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.</l><l n="216">εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,</l><l n="217">ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·</l><l n="218">πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,</l><l n="219">οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν</l><l n="220">στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.</l><l n="221">ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.</l></q><l n="222"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="223">ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.</l><l n="224">Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,</l><l n="225">πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι</l><l n="226">ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="228">καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·</l><q><l n="229">ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς</l><l n="230">εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="231">Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ</l><l n="232">δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.</l></q><milestone ed="p" n="233" unit="card"/><l n="233"><milestone ed="P" unit="para"/>ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ</l><l n="234">κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,</l><l n="235">πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς</l><l n="236">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς</l><l n="237">τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος</l><l n="238">χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,</l><l n="239">κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.</l><l n="240">δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,</l><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l></div></div></body></text></TEI>