κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην· καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης· ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.