<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="202">κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.</l><l n="203">τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο</l><l n="204">δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·</l><l n="205">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,</l><l n="206">οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,</l><l n="207">ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="208">χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.</l><l n="209">ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε</l><l n="210">Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·</l><l n="211">καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,</l><l n="212">εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης</l><l n="213">ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·</l><q><l n="214">ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις</l><l n="215">ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.</l><l n="216">εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,</l><l n="217">ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·</l><l n="218">πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,</l><l n="219">οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν</l><l n="220">στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.</l><l n="221">ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.</l></q><l n="222"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="223">ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.</l><l n="224">Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,</l><l n="225">πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι</l><l n="226">ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="228">καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·</l><q><l n="229">ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς</l><l n="230">εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="231">Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ</l><l n="232">δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.</l></q><milestone ed="p" n="233" unit="card"/><l n="233"><milestone ed="P" unit="para"/>ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ</l><l n="234">κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,</l><l n="235">πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς</l><l n="236">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς</l><l n="237">τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος</l><l n="238">χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,</l><l n="239">κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.</l><l n="240">δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,</l><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l><l n="319">εἰλύσω ψαμάθοισιν ἅλις χέραδος περιχεύας</l><l n="320">μυρίον, οὐδέ οἱ ὀστέʼ ἐπιστήσονται Ἀχαιοὶ</l><l n="321">ἀλλέξαι· τόσσην οἱ ἄσιν καθύπερθε καλύψω.</l><l n="322">αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται, οὐδέ τί μιν χρεὼ</l><l n="323">ἔσται τυμβοχόης, ὅτε μιν θάπτωσιν Ἀχαιοί.</l></q><milestone ed="p" n="324" unit="card"/><l n="324"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπῶρτʼ Ἀχιλῆϊ κυκώμενος ὑψόσε θύων</l><l n="325">μορμύρων ἀφρῷ τε καὶ αἵματι καὶ νεκύεσσι.</l><l n="326">πορφύρεον δʼ ἄρα κῦμα διιπετέος ποταμοῖο</l><l n="327">ἵστατʼ ἀειρόμενον, κατὰ δʼ ᾕρεε Πηλεΐωνα·</l><l n="328">Ἥρη δὲ μέγʼ ἄϋσε περιδείσασʼ Ἀχιλῆϊ</l><l n="329">μή μιν ἀποέρσειε μέγας ποταμὸς βαθυδίνης,</l><l n="330">αὐτίκα δʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="331">ὄρσεο κυλλοπόδιον ἐμὸν τέκος· ἄντα σέθεν γὰρ</l><l n="332">Ξάνθον δινήεντα μάχῃ ἠΐσκομεν εἶναι·</l><l n="333">ἀλλʼ ἐπάμυνε τάχιστα, πιφαύσκεο δὲ φλόγα πολλήν.</l><l n="334">αὐτὰρ ἐγὼ Ζεφύροιο καὶ ἀργεστᾶο Νότοιο</l><l n="335">εἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύελλαν,</l><l n="336">ἥ κεν ἀπὸ Τρώων κεφαλὰς καὶ τεύχεα κήαι</l><l n="337">φλέγμα κακὸν φορέουσα· σὺ δὲ Ξάνθοιο παρʼ ὄχθας</l><l n="338">δένδρεα καῖʼ, ἐν δʼ αὐτὸν ἵει πυρί· μὴ δέ σε πάμπαν</l><l n="339">μειλιχίοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ·</l><l n="340">μὴ δὲ πρὶν ἀπόπαυε τεὸν μένος, ἀλλʼ ὁπότʼ ἂν δὴ</l><l n="341">φθέγξομʼ ἐγὼν ἰάχουσα, τότε σχεῖν ἀκάματον πῦρ.</l></q><l n="342"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ τιτύσκετο θεσπιδαὲς πῦρ.</l><l n="343">πρῶτα μὲν ἐν πεδίῳ πῦρ δαίετο, καῖε δὲ νεκροὺς</l><l n="344">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς·</l><l n="345">πᾶν δʼ ἐξηράνθη πεδίον, σχέτο δʼ ἀγλαὸν ὕδωρ.</l><l n="346">ὡς δʼ ὅτʼ ὀπωρινὸς Βορέης νεοαρδέʼ ἀλωὴν</l><l n="347">αἶψʼ ἀγξηράνῃ· χαίρει δέ μιν ὅς τις ἐθείρῃ·</l><l n="348">ὣς ἐξηράνθη πεδίον πᾶν, κὰδ δʼ ἄρα νεκροὺς</l><l n="349">κῆεν· ὃ δʼ ἐς ποταμὸν τρέψε φλόγα παμφανόωσαν.</l><l n="350">καίοντο πτελέαι τε καὶ ἰτέαι ἠδὲ μυρῖκαι,</l><l n="351">καίετο δὲ λωτός τε ἰδὲ θρύον ἠδὲ κύπειρον,</l><l n="352">τὰ περὶ καλὰ ῥέεθρα ἅλις ποταμοῖο πεφύκει·</l><l n="353">τείροντʼ ἐγχέλυές τε καὶ ἰχθύες οἳ κατὰ δίνας,</l><l n="354">οἳ κατὰ καλὰ ῥέεθρα κυβίστων ἔνθα καὶ ἔνθα</l><l n="355">πνοιῇ τειρόμενοι πολυμήτιος Ἡφαίστοιο.</l><l n="356">καίετο δʼ ἲς ποταμοῖο ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="357">Ἥφαιστʼ, οὔ τις σοί γε θεῶν δύνατʼ ἀντιφερίζειν,</l><l n="358">οὐδʼ ἂν ἐγὼ σοί γʼ ὧδε πυρὶ φλεγέθοντι μαχοίμην.</l><l n="359">λῆγʼ ἔριδος, Τρῶας δὲ καὶ αὐτίκα δῖος Ἀχιλλεὺς</l><l n="360">ἄστεος ἐξελάσειε· τί μοι ἔριδος καὶ ἀρωγῆς;</l></q><milestone ed="p" n="361" unit="card"/><l n="361"><milestone ed="P" unit="para"/>φῆ πυρὶ καιόμενος, ἀνὰ δʼ ἔφλυε καλὰ ῥέεθρα.</l><l n="362">ὡς δὲ λέβης ζεῖ ἔνδον ἐπειγόμενος πυρὶ πολλῷ</l><l n="363">κνίσην μελδόμενος ἁπαλοτρεφέος σιάλοιο</l><l n="364">πάντοθεν ἀμβολάδην, ὑπὸ δὲ ξύλα κάγκανα κεῖται,</l><l n="365">ὣς τοῦ καλὰ ῥέεθρα πυρὶ φλέγετο, ζέε δʼ ὕδωρ·</l><l n="366">οὐδʼ ἔθελε προρέειν, ἀλλʼ ἴσχετο· τεῖρε δʼ ἀϋτμὴ</l><l n="367">Ἡφαίστοιο βίηφι πολύφρονος. αὐτὰρ ὅ γʼ Ἥρην</l><l n="368">πολλὰ λισσόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="369">Ἥρη τίπτε σὸς υἱὸς ἐμὸν ῥόον ἔχραε κήδειν</l><l n="370">ἐξ ἄλλων; οὐ μέν τοι ἐγὼ τόσον αἴτιός εἰμι</l><l n="371">ὅσσον οἱ ἄλλοι πάντες, ὅσοι Τρώεσσιν ἀρωγοί.</l><l n="372">ἀλλʼ ἤτοι μὲν ἐγὼν ἀποπαύσομαι εἰ σὺ κελεύεις,</l><l n="373">παυέσθω δὲ καὶ οὗτος· ἐγὼ δʼ ἐπὶ καὶ τόδʼ ὀμοῦμαι,</l><l n="374">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="375">μὴ δʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="376">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="377"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε θεὰ λευκώλενος Ἥρη,</l><l n="378">αὐτίκʼ ἄρʼ Ἥφαιστον προσεφώνεεν ὃν φίλον υἱόν·</l><q><l n="379">Ἥφαιστε σχέο τέκνον ἀγακλεές· οὐ γὰρ ἔοικεν</l><l n="380">ἀθάνατον θεὸν ὧδε βροτῶν ἕνεκα στυφελίζειν.</l></q><l n="381"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἥφαιστος δὲ κατέσβεσε θεσπιδαὲς πῦρ,</l><l n="382">ἄψορρον δʼ ἄρα κῦμα κατέσσυτο καλὰ ῥέεθρα.</l><l n="383"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Ξάνθοιο δάμη μένος, οἳ μὲν ἔπειτα</l><l n="384">παυσάσθην, Ἥρη γὰρ ἐρύκακε χωομένη περ·</l><l n="385">ἐν δʼ ἄλλοισι θεοῖσιν ἔρις πέσε βεβριθυῖα</l><l n="386">ἀργαλέη, δίχα δέ σφιν ἐνὶ φρεσὶ θυμὸς ἄητο·</l><l n="387">σὺν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ εὐρεῖα χθών,</l><l n="388">ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός. ἄϊε δὲ Ζεὺς</l><l n="389">ἥμενος Οὐλύμπῳ· ἐγέλασσε δέ οἱ φίλον ἦτορ</l><l n="390">γηθοσύνῃ, ὅθʼ ὁρᾶτο θεοὺς ἔριδι ξυνιόντας.</l><l n="391">ἔνθʼ οἵ γʼ οὐκέτι δηρὸν ἀφέστασαν· ἦρχε γὰρ Ἄρης</l><l n="392">ῥινοτόρος, καὶ πρῶτος Ἀθηναίῃ ἐπόρουσε</l><l n="393">χάλκεον ἔγχος ἔχων, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="394">τίπτʼ αὖτʼ ὦ κυνάμυια θεοὺς ἔριδι ξυνελαύνεις</l><l n="395">θάρσος ἄητον ἔχουσα, μέγας δέ σε θυμὸς ἀνῆκεν;</l><l n="396">ἦ οὐ μέμνῃ ὅτε Τυδεΐδην Διομήδεʼ ἀνῆκας</l><l n="397">οὐτάμεναι, αὐτὴ δὲ πανόψιον ἔγχος ἑλοῦσα</l><l n="398">ἰθὺς ἐμεῦ ὦσας, διὰ δὲ χρόα καλὸν ἔδαψας;</l><l n="399">τώ σʼ αὖ νῦν ὀΐω ἀποτισέμεν ὅσσα ἔοργας.</l><milestone ed="p" n="400" unit="card"/></q><l n="400"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν οὔτησε κατʼ αἰγίδα θυσσανόεσσαν</l><l n="401">σμερδαλέην, ἣν οὐδὲ Διὸς δάμνησι κεραυνός·</l><l n="402">τῇ μιν Ἄρης οὔτησε μιαιφόνος ἔγχεϊ μακρῷ.</l><l n="403">ἣ δʼ ἀναχασσαμένη λίθον εἵλετο χειρὶ παχείῃ</l><l n="404">κείμενον ἐν πεδίῳ μέλανα τρηχύν τε μέγαν τε,</l><l n="405">τόν ῥʼ ἄνδρες πρότεροι θέσαν ἔμμεναι οὖρον ἀρούρης·</l><l n="406">τῷ βάλε θοῦρον Ἄρηα κατʼ αὐχένα, λῦσε δὲ γυῖα.</l><l n="407">ἑπτὰ δʼ ἐπέσχε πέλεθρα πεσών, ἐκόνισε δὲ χαίτας,</l><l n="408">τεύχεά τʼ ἀμφαράβησε· γέλασσε δὲ Παλλὰς Ἀθήνη,</l><l n="409">καί οἱ ἐπευχομένη ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="410">νηπύτιʼ οὐδέ νύ πώ περ ἐπεφράσω ὅσσον ἀρείων</l><l n="411">εὔχομʼ ἐγὼν ἔμεναι, ὅτι μοι μένος ἰσοφαρίζεις.</l><l n="412">οὕτω κεν τῆς μητρὸς ἐρινύας ἐξαποτίνοις,</l><l n="413">ἥ τοι χωομένη κακὰ μήδεται οὕνεκʼ Ἀχαιοὺς</l><l n="414">κάλλιπες, αὐτὰρ Τρωσὶν ὑπερφιάλοισιν ἀμύνεις.</l></q><l n="415"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασα πάλιν τρέπεν ὄσσε φαεινώ·</l><l n="416">τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα Διὸς θυγάτηρ Ἀφροδίτη</l><l n="417">πυκνὰ μάλα στενάχοντα· μόγις δʼ ἐσαγείρετο θυμόν.</l><l n="418">τὴν δʼ ὡς οὖν ἐνόησε θεὰ λευκώλενος Ἥρη,</l><l n="419">αὐτίκʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="420">ὢ πόποι αἰγιόχοιο Διὸς τέκος Ἀτρυτώνη</l><l n="421">καὶ δʼ αὖθʼ ἡ κυνάμυια ἄγει βροτολοιγὸν Ἄρηα</l><l n="422">δηΐου ἐκ πολέμοιο κατὰ κλόνον· ἀλλὰ μέτελθε.</l></q><l n="423"><milestone ed="P" unit="para"/>ὣς φάτʼ, Ἀθηναίη δὲ μετέσσυτο, χαῖρε δὲ θυμῷ,</l><l n="424">καί ῥʼ ἐπιεισαμένη πρὸς στήθεα χειρὶ παχείῃ</l><l n="425">ἤλασε· τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ.</l><l n="426">τὼ μὲν ἄρʼ ἄμφω κεῖντο ἐπὶ χθονὶ πουλυβοτείρῃ,</l><l n="427">ἣ δʼ ἄρʼ ἐπευχομένη ἔπεα πτερόεντʼ ἀγόρευε·</l><q><l n="428">τοιοῦτοι νῦν πάντες ὅσοι Τρώεσσιν ἀρωγοὶ</l><l n="429">εἶεν, ὅτʼ Ἀργείοισι μαχοίατο θωρηκτῇσιν,</l><l n="430">ὧδέ τε θαρσαλέοι καὶ τλήμονες, ὡς Ἀφροδίτη</l><l n="431">ἦλθεν Ἄρῃ ἐπίκουρος ἐμῷ μένει ἀντιόωσα·</l><l n="432">τώ κεν δὴ πάλαι ἄμμες ἐπαυσάμεθα πτολέμοιο</l><l n="433">Ἰλίου ἐκπέρσαντες ἐϋκτίμενον πτολίεθρον.</l><milestone ed="p" n="434" unit="card"/></q><l n="434"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη.</l><l n="435">αὐτὰρ Ἀπόλλωνα προσέφη κρείων ἐνοσίχθων·</l><q><l n="436">Φοῖβε τί ἢ δὴ νῶϊ διέσταμεν; οὐδὲ ἔοικεν</l><l n="437">ἀρξάντων ἑτέρων· τὸ μὲν αἴσχιον αἴ κʼ ἀμαχητὶ</l><l n="438">ἴομεν Οὔλυμπον δὲ Διὸς ποτὶ χαλκοβατὲς δῶ.</l><l n="439">ἄρχε· σὺ γὰρ γενεῆφι νεώτερος· οὐ γὰρ ἔμοιγε</l><l n="440">καλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα.</l><l n="441">νηπύτιʼ ὡς ἄνοον κραδίην ἔχες· οὐδέ νυ τῶν περ</l><l n="442">μέμνηαι ὅσα δὴ πάθομεν κακὰ Ἴλιον ἀμφὶ</l><l n="443">μοῦνοι νῶϊ θεῶν, ὅτʼ ἀγήνορι Λαομέδοντι</l><l n="444">πὰρ Διὸς ἐλθόντες θητεύσαμεν εἰς ἐνιαυτὸν</l><l n="445">μισθῷ ἔπι ῥητῷ· ὃ δὲ σημαίνων ἐπέτελλεν.</l><l n="446">ἤτοι ἐγὼ Τρώεσσι πόλιν πέρι τεῖχος ἔδειμα</l><l n="447">εὐρύ τε καὶ μάλα καλόν, ἵνʼ ἄρρηκτος πόλις εἴη·</l><l n="448">Φοῖβε σὺ δʼ εἰλίποδας ἕλικας βοῦς βουκολέεσκες</l><l n="449">Ἴδης ἐν κνημοῖσι πολυπτύχου ὑληέσσης.</l><l n="450">ἀλλʼ ὅτε δὴ μισθοῖο τέλος πολυγηθέες ὧραι</l><l n="451">ἐξέφερον, τότε νῶϊ βιήσατο μισθὸν ἅπαντα</l><l n="452">Λαομέδων ἔκπαγλος, ἀπειλήσας δʼ ἀπέπεμπε.</l><l n="453">σὺν μὲν ὅ γʼ ἠπείλησε πόδας καὶ χεῖρας ὕπερθε</l><l n="454">δήσειν, καὶ περάαν νήσων ἔπι τηλεδαπάων·</l><l n="455">στεῦτο δʼ ὅ γʼ ἀμφοτέρων ἀπολεψέμεν οὔατα χαλκῷ.</l><l n="456">νῶϊ δὲ ἄψορροι κίομεν κεκοτηότι θυμῷ</l><l n="457">μισθοῦ χωόμενοι, τὸν ὑποστὰς οὐκ ἐτέλεσσε.</l><l n="458">τοῦ δὴ νῦν λαοῖσι φέρεις χάριν, οὐδὲ μεθʼ ἡμέων</l><l n="459">πειρᾷ ὥς κε Τρῶες ὑπερφίαλοι ἀπόλωνται</l><l n="460">πρόχνυ κακῶς σὺν παισὶ καὶ αἰδοίῃς ἀλόχοισι</l></q><l n="461"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="462">ἐννοσίγαιʼ οὐκ ἄν με σαόφρονα μυθήσαιο</l><l n="463">ἔμμεναι, εἰ δὴ σοί γε βροτῶν ἕνεκα πτολεμίξω</l><l n="464">δειλῶν, οἳ φύλλοισιν ἐοικότες ἄλλοτε μέν τε</l><l n="465">ζαφλεγέες τελέθουσιν ἀρούρης καρπὸν ἔδοντες,</l><l n="466">ἄλλοτε δὲ φθινύθουσιν ἀκήριοι. ἀλλὰ τάχιστα</l><l n="467">παυώμεσθα μάχης· οἳ δʼ αὐτοὶ δηριαάσθων.</l><milestone ed="p" n="468" unit="card"/></q><l n="468"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας πάλιν ἐτράπετʼ· αἴδετο γάρ ῥα</l><l n="469">πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσι.</l><l n="470">τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν</l><l n="471">Ἄρτεμις ἀγροτέρη, καὶ ὀνείδειον φάτο μῦθον·</l><q><l n="472">φεύγεις δὴ ἑκάεργε, Ποσειδάωνι δὲ νίκην</l><l n="473">πᾶσαν ἐπέτρεψας, μέλεον δέ οἱ εὖχος ἔδωκας·</l><l n="474">νηπύτιε τί νυ τόξον ἔχεις ἀνεμώλιον αὔτως;</l><l n="475">μή σευ νῦν ἔτι πατρὸς ἐνὶ μεγάροισιν ἀκούσω</l><l n="476">εὐχομένου, ὡς τὸ πρὶν ἐν ἀθανάτοισι θεοῖσιν,</l><l n="477">ἄντα Ποσειδάωνος ἐναντίβιον πολεμίζειν.</l></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάτο, τὴν δʼ οὔ τι προσέφη ἑκάεργος Ἀπόλλων,</l><l n="479">ἀλλὰ χολωσαμένη Διὸς αἰδοίη παράκοιτις</l><l n="480">νείκεσεν ἰοχέαιραν ὀνειδείοις ἐπέεσσι·</l><q><l n="481">πῶς δὲ σὺ νῦν μέμονας κύον ἀδεὲς ἀντίʼ ἐμεῖο</l><l n="482">στήσεσθαι; χαλεπή τοι ἐγὼ μένος ἀντιφέρεσθαι</l><l n="483">τοξοφόρῳ περ ἐούσῃ, ἐπεὶ σὲ λέοντα γυναιξὶ</l><l n="484">Ζεὺς θῆκεν, καὶ ἔδωκε κατακτάμεν ἥν κʼ ἐθέλῃσθα.</l><l n="485">ἤτοι βέλτερόν ἐστι κατʼ οὔρεα θῆρας ἐναίρειν</l><l n="486">ἀγροτέρας τʼ ἐλάφους ἢ κρείσσοσιν ἶφι μάχεσθαι.</l><l n="487">εἰ δʼ ἐθέλεις πολέμοιο δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="488">ὅσσον φερτέρη εἴμʼ, ὅτι μοι μένος ἀντιφερίζεις.</l></q><l n="489"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμφοτέρας ἐπὶ καρπῷ χεῖρας ἔμαρπτε</l><l n="490">σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ἀπʼ ὤμων αἴνυτο τόξα,</l><l n="491">αὐτοῖσιν δʼ ἄρʼ ἔθεινε παρʼ οὔατα μειδιόωσα</l><l n="492">ἐντροπαλιζομένην· ταχέες δʼ ἔκπιπτον ὀϊστοί.</l><l n="493">δακρυόεσσα δʼ ὕπαιθα θεὰ φύγεν ὥς τε πέλεια,</l><l n="494">ἥ ῥά θʼ ὑπʼ ἴρηκος κοίλην εἰσέπτατο πέτρην</l><l n="495">χηραμόν· οὐδʼ ἄρα τῇ γε ἁλώμεναι αἴσιμον ἦεν·</l><l n="496">ὣς ἣ δακρυόεσσα φύγεν, λίπε δʼ αὐτόθι τόξα.</l><l n="497">Λητὼ δὲ προσέειπε διάκτορος ἀργεϊφόντης·</l><q><l n="498">Λητοῖ ἐγὼ δέ τοι οὔ τι μαχήσομαι· ἀργαλέον δὲ</l><l n="499">πληκτίζεσθʼ ἀλόχοισι Διὸς νεφεληγερέταο·</l><l n="500">ἀλλὰ μάλα πρόφρασσα μετʼ ἀθανάτοισι θεοῖσιν</l><l n="501">εὔχεσθαι ἐμὲ νικῆσαι κρατερῆφι βίηφιν.</l><milestone ed="p" n="502" unit="card"/></q><l n="502"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, Λητὼ δὲ συναίνυτο καμπύλα τόξα</l><l n="503">πεπτεῶτʼ ἄλλυδις ἄλλα μετὰ στροφάλιγγι κονίης.</l><l n="504">ἣ μὲν τόξα λαβοῦσα πάλιν κίε θυγατέρος ἧς·</l><l n="505">ἣ δʼ ἄρʼ Ὄλυμπον ἵκανε Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="506">δακρυόεσσα δὲ πατρὸς ἐφέζετο γούνασι κούρη,</l><l n="507">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιος ἑανὸς τρέμε· τὴν δὲ προτὶ οἷ</l><l n="508">εἷλε πατὴρ Κρονίδης, καὶ ἀνείρετο ἡδὺ γελάσσας·</l><q><l n="509">τίς νύ σε τοιάδʼ ἔρεξε φίλον τέκος Οὐρανιώνων</l><l n="510">μαψιδίως, ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ;</l></q><l n="511"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἐϋστέφανος κελαδεινή·</l><q><l n="512">σή μʼ ἄλοχος στυφέλιξε πάτερ λευκώλενος Ἥρη,</l><l n="513">ἐξ ἧς ἀθανάτοισιν ἔρις καὶ νεῖκος ἐφῆπται.</l></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·</l><q><l n="515">αὐτὰρ Ἀπόλλων Φοῖβος ἐδύσετο Ἴλιον ἱρήν·</l><l n="516">μέμβλετο γάρ οἱ τεῖχος ἐϋδμήτοιο πόληος</l><l n="517">μὴ Δαναοὶ πέρσειαν ὑπὲρ μόρον ἤματι κείνῳ.</l><l n="518">οἳ δʼ ἄλλοι πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες,</l><l n="519">οἳ μὲν χωόμενοι, οἳ δὲ μέγα κυδιόωντες·</l><l n="520">κὰδ δʼ ἷζον παρὰ πατρὶ κελαινεφεῖ· αὐτὰρ Ἀχιλλεὺς</l><l n="521">Τρῶας ὁμῶς αὐτούς τʼ ὄλεκεν καὶ μώνυχας ἵππους.</l><l n="522">ὡς δʼ ὅτε καπνὸς ἰὼν εἰς οὐρανὸν εὐρὺν ἵκηται</l><l n="523">ἄστεος αἰθομένοιο, θεῶν δέ ἑ μῆνις ἀνῆκε,</l><l n="524">πᾶσι δʼ ἔθηκε πόνον, πολλοῖσι δὲ κήδεʼ ἐφῆκεν,</l><l n="525">ὣς Ἀχιλεὺς Τρώεσσι πόνον καὶ κήδεʼ ἔθηκεν.</l><l n="526"><milestone ed="P" unit="para"/>ἑστήκει δʼ ὃ γέρων Πρίαμος θείου ἐπὶ πύργου,</l><l n="527">ἐς δʼ ἐνόησʼ Ἀχιλῆα πελώριον· αὐτὰρ ὑπʼ αὐτοῦ</l><l n="528">Τρῶες ἄφαρ κλονέοντο πεφυζότες, οὐδέ τις ἀλκὴ</l><l n="529">γίγνεθʼ· ὃ δʼ οἰμώξας ἀπὸ πύργου βαῖνε χαμᾶζε</l><l n="530">ὀτρύνων παρὰ τεῖχος ἀγακλειτοὺς πυλαωρούς·</l><q><l n="531">πεπταμένας ἐν χερσὶ πύλας ἔχετʼ εἰς ὅ κε λαοὶ</l></q></q></div></div></body></text></TEI>