<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l></div></div></body></text></TEI>