Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ. ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος. Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,