<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="184">κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος</l><l n="185">παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι.</l><l n="186">φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος,</l><l n="187">αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι.</l><l n="188">τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι</l><l n="189">Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν.</l><l n="190">τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων,</l><l n="191">κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται.</l><l n="192">καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι</l><l n="193">χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι,</l><l n="194">τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει,</l><l n="195">οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο,</l><l n="196">ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα</l><l n="197">καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν·</l><l n="198">ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν</l><l n="199">δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ.</l></q><milestone ed="p" n="200" unit="card"/><l n="200"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος,</l><l n="201">τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα,</l><l n="202">κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ.</l><l n="203">τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο</l><l n="204">δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες·</l><l n="205">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς,</l><l n="206">οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα,</l><l n="207">ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ</l><l n="208">χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα.</l><l n="209">ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε</l><l n="210">Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην·</l><l n="211">καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς,</l><l n="212">εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης</l><l n="213">ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης·</l><q><l n="214">ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις</l><l n="215">ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί.</l><l n="216">εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι,</l><l n="217">ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε·</l><l n="218">πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα,</l><l n="219">οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν</l><l n="220">στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως.</l><l n="221">ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν.</l></q><l n="222"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="223">ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις.</l><l n="224">Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων,</l><l n="225">πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι</l><l n="226">ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν.</l></q><l n="227"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος·</l><l n="228">καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης·</l><q><l n="229">ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς</l><l n="230">εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε</l><l n="231">Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ</l><l n="232">δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν.</l></q><milestone ed="p" n="233" unit="card"/><l n="233"><milestone ed="P" unit="para"/>ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ</l><l n="234">κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων,</l><l n="235">πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς</l><l n="236">πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς</l><l n="237">τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος</l><l n="238">χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα,</l><l n="239">κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι.</l><l n="240">δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα,</l><l n="241">ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν</l><l n="242">εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν</l><l n="243">εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα</l><l n="244">κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα</l><l n="245">ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν</l><l n="246">εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας</l><l n="247">ἤϊξεν πεδίοιο ποσὶ κραιπνοῖσι πέτεσθαι</l><l n="248">δείσας· οὐδέ τʼ ἔληγε θεὸς μέγας, ὦρτο δʼ ἐπʼ αὐτῷ</l><l n="249">ἀκροκελαινιόων, ἵνα μιν παύσειε πόνοιο</l><l n="250">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="251">Πηλεΐδης δʼ ἀπόρουσεν ὅσον τʼ ἐπὶ δουρὸς ἐρωή,</l><l n="252">αἰετοῦ οἴματʼ ἔχων μέλανος τοῦ θηρητῆρος,</l><l n="253">ὅς θʼ ἅμα κάρτιστός τε καὶ ὤκιστος πετεηνῶν·</l><l n="254">τῷ ἐϊκὼς ἤϊξεν, ἐπὶ στήθεσσι δὲ χαλκὸς</l><l n="255">σμερδαλέον κονάβιζεν· ὕπαιθα δὲ τοῖο λιασθεὶς</l><l n="256">φεῦγʼ, ὃ δʼ ὄπισθε ῥέων ἕπετο μεγάλῳ ὀρυμαγδῷ.</l><l n="257">ὡς δʼ ὅτʼ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου</l><l n="258">ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ</l><l n="259">χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων·</l><l n="260">τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι</l><l n="261">ὀχλεῦνται· τὸ δέ τʼ ὦκα κατειβόμενον κελαρύζει</l><l n="262">χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα·</l><l n="263">ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο</l><l n="264">καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν.</l><l n="265">ὁσσάκι δʼ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="266">στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες</l><l n="267">ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι,</l><l n="268">τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο</l><l n="269">πλάζʼ ὤμους καθύπερθεν· ὃ δʼ ὑψόσε ποσσὶν ἐπήδα</l><l n="270">θυμῷ ἀνιάζων· ποταμὸς δʼ ὑπὸ γούνατʼ ἐδάμνα</l><l n="271">λάβρος ὕπαιθα ῥέων, κονίην δʼ ὑπέρεπτε ποδοῖιν.</l><milestone ed="p" n="272" unit="card"/><l n="272">Πηλεΐδης δʼ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν·</l><q><l n="273">Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη</l><l n="274">ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι.</l><l n="275">ἄλλος δʼ οὔ τις μοι τόσον αἴτιος Οὐρανιώνων,</l><l n="276">ἀλλὰ φίλη μήτηρ, ἥ με ψεύδεσσιν ἔθελγεν·</l><l n="277">ἥ μʼ ἔφατο Τρώων ὑπὸ τείχεϊ θωρηκτάων</l><l n="278">λαιψηροῖς ὀλέεσθαι Ἀπόλλωνος βελέεσσιν.</l><l n="279">ὥς μʼ ὄφελʼ Ἕκτωρ κτεῖναι ὃς ἐνθάδε γʼ ἔτραφʼ ἄριστος·</l><l n="280">τώ κʼ ἀγαθὸς μὲν ἔπεφνʼ, ἀγαθὸν δέ κεν ἐξενάριξε·</l><l n="281">νῦν δέ με λευγαλέῳ θανάτῳ εἵμαρτο ἁλῶναι</l><l n="282">ἐρχθέντʼ ἐν μεγάλῳ ποταμῷ ὡς παῖδα συφορβόν,</l><l n="283">ὅν ῥά τʼ ἔναυλος ἀποέρσῃ χειμῶνι περῶντα.</l></q><l n="284"><milestone ed="P" unit="para"/>ὣς φάτο, τῷ δὲ μάλʼ ὦκα Ποσειδάων καὶ Ἀθήνη</l><l n="285">στήτην ἐγγὺς ἰόντε, δέμας δʼ ἄνδρεσσιν ἐΐκτην,</l><l n="286">χειρὶ δὲ χεῖρα λαβόντες ἐπιστώσαντʼ ἐπέεσσι.</l><l n="287">τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="288">Πηλεΐδη μήτʼ ἄρ τι λίην τρέε μήτέ τι τάρβει·</l><l n="289">τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμὲν</l><l n="290">Ζηνὸς ἐπαινήσαντος ἐγὼ καὶ Παλλὰς Ἀθήνη·</l><l n="291">ὡς οὔ τοι ποταμῷ γε δαμήμεναι αἴσιμόν ἐστιν,</l><l n="292">ἀλλʼ ὅδε μὲν τάχα λωφήσει, σὺ δὲ εἴσεαι αὐτός·</l><l n="293">αὐτάρ τοι πυκινῶς ὑποθησόμεθʼ αἴ κε πίθηαι·</l><l n="294">μὴ πρὶν παύειν χεῖρας ὁμοιΐου πολέμοιο</l><l n="295">πρὶν κατὰ Ἰλιόφι κλυτὰ τείχεα λαὸν ἐέλσαι</l><l n="296">Τρωϊκόν, ὅς κε φύγῃσι· σὺ δʼ Ἕκτορι θυμὸν ἀπούρας</l><l n="297">ἂψ ἐπὶ νῆας ἴμεν· δίδομεν δέ τοι εὖχος ἀρέσθαι.</l><milestone ed="p" n="298" unit="card"/></q><l n="298"><milestone ed="P" unit="para"/>τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην·</l><l n="299">αὐτὰρ ὃ βῆ, μέγα γάρ ῥα θεῶν ὄτρυνεν ἐφετμή,</l><l n="300">ἐς πεδίον· τὸ δὲ πᾶν πλῆθʼ ὕδατος ἐκχυμένοιο,</l><l n="301">πολλὰ δὲ τεύχεα καλὰ δαὶ κταμένων αἰζηῶν</l><l n="302">πλῶον καὶ νέκυες· τοῦ δʼ ὑψόσε γούνατʼ ἐπήδα</l><l n="303">πρὸς ῥόον ἀΐσσοντος ἀνʼ ἰθύν, οὐδέ μιν ἴσχεν</l><l n="304">εὐρὺ ῥέων ποταμός· μέγα γὰρ σθένος ἔμβαλʼ Ἀθήνη.</l><l n="305">οὐδὲ Σκάμανδρος ἔληγε τὸ ὃν μένος, ἀλλʼ ἔτι μᾶλλον</l><l n="306">χώετο Πηλεΐωνι, κόρυσσε δὲ κῦμα ῥόοιο</l><l n="307">ὑψόσʼ ἀειρόμενος, Σιμόεντι δὲ κέκλετʼ ἀΰσας·</l><q><l n="308">φίλε κασίγνητε σθένος ἀνέρος ἀμφότεροί περ</l><l n="309">σχῶμεν, ἐπεὶ τάχα ἄστυ μέγα Πριάμοιο ἄνακτος</l><l n="310">ἐκπέρσει, Τρῶες δὲ κατὰ μόθον οὐ μενέουσιν.</l><l n="311">ἀλλʼ ἐπάμυνε τάχιστα, καὶ ἐμπίπληθι ῥέεθρα</l><l n="312">ὕδατος ἐκ πηγέων, πάντας δʼ ὀρόθυνον ἐναύλους,</l><l n="313">ἵστη δὲ μέγα κῦμα, πολὺν δʼ ὀρυμαγδὸν ὄρινε</l><l n="314">φιτρῶν καὶ λάων, ἵνα παύσομεν ἄγριον ἄνδρα</l><l n="315">ὃς δὴ νῦν κρατέει, μέμονεν δʼ ὅ γε ἶσα θεοῖσι.</l><l n="316">φημὶ γὰρ οὔτε βίην χραισμησέμεν οὔτέ τι εἶδος</l><l n="317">οὔτε τὰ τεύχεα καλά, τά που μάλα νειόθι λίμνης</l><l n="318">κείσεθʼ ὑπʼ ἰλύος κεκαλυμμένα· κὰδ δέ μιν αὐτὸν</l></q></div></div></body></text></TEI>