<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="15">ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος</l><l n="16">πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ</l><l n="18">κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος</l><l n="19">φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,</l><l n="20">τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="21">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.</l><l n="22">ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι</l><l n="23">φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου</l><l n="24">δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·</l><l n="25">ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα</l><l n="26">πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,</l><l n="27">ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους</l><l n="28">ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·</l><l n="29">τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,</l><l n="30">δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,</l><l n="31">τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,</l><l n="32">δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="33">αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο</l><l n="35">ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς</l><l n="36">ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα</l><l n="37">ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ</l><l n="38">τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·</l><l n="39">τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.</l><l n="40">καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε</l><l n="41">νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·</l><l n="42">κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν</l><l n="43">Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·</l><l n="44">ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.</l><l n="45">ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν</l><l n="46">ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις</l><l n="47">χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε</l><l n="48">πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.</l><l n="49">τὸν δʼ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="50">γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος, οὐδʼ ἔχεν ἔγχος,</l><l n="51">ἀλλὰ τὰ μέν ῥʼ ἀπὸ πάντα χαμαὶ βάλε· τεῖρε γὰρ ἱδρὼς</l><l n="52">φεύγοντʼ ἐκ ποταμοῦ, κάματος δʼ ὑπὸ γούνατʼ ἐδάμνα·</l><l n="53">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="54">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="55">ἦ μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον</l><l n="56">αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,</l><l n="57">οἷον δὴ καὶ ὅδʼ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ</l><l n="58">Λῆμνον ἐς ἠγαθέην πεπερημένος· οὐδέ μιν ἔσχε</l><l n="59">πόντος ἁλὸς πολιῆς, ὃ πολέας ἀέκοντας ἐρύκει.</l><l n="60">ἀλλʼ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο</l><l n="61">γεύσεται, ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω</l><l n="62">ἢ ἄρʼ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται, ἦ μιν ἐρύξει</l><l n="63">γῆ φυσίζοος, ἥ τε κατὰ κρατερόν περ ἐρύκει.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>ὣς ὅρμαινε μένων· ὃ δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς</l><l n="65">γούνων ἅψασθαι μεμαώς, περὶ δʼ ἤθελε θυμῷ</l><l n="66">ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.</l><l n="67">ἤτοι ὃ μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="68">οὐτάμεναι μεμαώς, ὃ δʼ ὑπέδραμε καὶ λάβε γούνων</l><l n="69">κύψας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="70">ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.</l><l n="71">αὐτὰρ ὃ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,</l><l n="72">τῇ δʼ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει·</l><l n="73">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="74">γουνοῦμαι σʼ Ἀχιλεῦ· σὺ δέ μʼ αἴδεο καί μʼ ἐλέησον·</l><l n="75">ἀντί τοί εἰμʼ ἱκέταο διοτρεφὲς αἰδοίοιο·</l><l n="76">πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν</l><l n="77">ἤματι τῷ ὅτε μʼ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="78">καί μʼ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε</l><l n="79">Λῆμνον ἐς ἠγαθέην, ἑκατόμβοιον δέ τοι ἦλφον.</l><l n="80">νῦν δὲ λύμην τρὶς τόσσα πορών· ἠὼς δέ μοί ἐστιν</l><l n="81">ἥδε δυωδεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα</l><l n="82">πολλὰ παθών· νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε</l><l n="83">μοῖρʼ ὀλοή· μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,</l><l n="84">ὅς με σοὶ αὖτις δῶκε· μινυνθάδιον δέ με μήτηρ</l><l n="85">γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος</l><l n="86">Ἄλτεω, ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει</l><l n="87">Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.</l><l n="88">τοῦ δʼ ἔχε θυγατέρα Πρίαμος, πολλὰς δὲ καὶ ἄλλας·</l><l n="89">τῆς δὲ δύω γενόμεσθα, σὺ δʼ ἄμφω δειροτομήσεις,</l><l n="90">ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας</l><l n="91">ἀντίθεον Πολύδωρον, ἐπεὶ βάλες ὀξέϊ δουρί·</l><l n="92">νῦν δὲ δὴ ἐνθάδʼ ἐμοὶ κακὸν ἔσσεται· οὐ γὰρ ὀΐω</l><l n="93">σὰς χεῖρας φεύξεσθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="94">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="95">μή με κτεῖνʼ, ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,</l><l n="96">ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.</l><milestone ed="p" n="97" unit="card"/></q><l n="97"><milestone ed="P" unit="para"/>ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς</l><l n="98">λισσόμενος ἐπέεσσιν, ἀμείλικτον δʼ ὄπʼ ἄκουσε·</l><q><l n="99">νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδʼ ἀγόρευε·</l><l n="100">πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ</l><l n="101">τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν</l><l n="102">Τρώων, καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα·</l><l n="103">νῦν δʼ οὐκ ἔσθʼ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε</l><l n="104">Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι</l><l n="105">καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.</l><l n="106">ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;</l><l n="107">κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="108">οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;</l><l n="109">πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·</l><l n="110">ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·</l><l n="111">ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ</l><l n="112">ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται</l><l n="113">ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l></q><l n="114"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·</l><l n="115">ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="116">ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l></q></div></div></body></text></TEI>