ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός· Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ. ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος. Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα· κεῖσʼ οὕτως· χαλεπόν τοι ἐρισθενέος Κρονίωνος παισὶν ἐριζέμεναι ποταμοῖό περ ἐκγεγαῶτι. φῆσθα σὺ μὲν ποταμοῦ γένος ἔμμεναι εὐρὺ ῥέοντος, αὐτὰρ ἐγὼ γενεὴν μεγάλου Διὸς εὔχομαι εἶναι. τίκτέ μʼ ἀνὴρ πολλοῖσιν ἀνάσσων Μυρμιδόνεσσι Πηλεὺς Αἰακίδης· ὃ δʼ ἄρʼ Αἰακὸς ἐκ Διὸς ἦεν. τὼ κρείσσων μὲν Ζεὺς ποταμῶν ἁλιμυρηέντων, κρείσσων αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ γὰρ σοὶ ποταμός γε πάρα μέγας, εἰ δύναταί τι χραισμεῖν· ἀλλʼ οὐκ ἔστι Διὶ Κρονίωνι μάχεσθαι, τῷ οὐδὲ κρείων Ἀχελώϊος ἰσοφαρίζει, οὐδὲ βαθυρρείταο μέγα σθένος Ὠκεανοῖο, ἐξ οὗ περ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν· ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλοιο κεραυνὸν δεινήν τε βροντήν, ὅτʼ ἀπʼ οὐρανόθεν σμαραγήσῃ. ἦ ῥα, καὶ ἐκ κρημνοῖο ἐρύσσατο χάλκεον ἔγχος, τὸν δὲ κατʼ αὐτόθι λεῖπεν, ἐπεὶ φίλον ἦτορ ἀπηύρα, κείμενον ἐν ψαμάθοισι, δίαινε δέ μιν μέλαν ὕδωρ. τὸν μὲν ἄρʼ ἐγχέλυές τε καὶ ἰχθύες ἀμφεπένοντο δημὸν ἐρεπτόμενοι ἐπινεφρίδιον κείροντες· αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετὰ Παίονας ἱπποκορυστάς, οἵ ῥʼ ἔτι πὰρ ποταμὸν πεφοβήατο δινήεντα, ὡς εἶδον τὸν ἄριστον ἐνὶ κρατερῇ ὑσμίνῃ χέρσʼ ὕπο Πηλεΐδαο καὶ ἄορι ἶφι δαμέντα. ἔνθʼ ἕλε Θερσίλοχόν τε Μύδωνά τε Ἀστύπυλόν τε Μνῆσόν τε Θρασίον τε καὶ Αἴνιον ἠδʼ Ὀφελέστην· καί νύ κʼ ἔτι πλέονας κτάνε Παίονας ὠκὺς Ἀχιλλεύς, εἰ μὴ χωσάμενος προσέφη ποταμὸς βαθυδίνης ἀνέρι εἰσάμενος, βαθέης δʼ ἐκ φθέγξατο δίνης· ὦ Ἀχιλεῦ, περὶ μὲν κρατέεις, περὶ δʼ αἴσυλα ῥέζεις ἀνδρῶν· αἰεὶ γάρ τοι ἀμύνουσιν θεοὶ αὐτοί. εἴ τοι Τρῶας ἔδωκε Κρόνου παῖς πάντας ὀλέσσαι, ἐξ ἐμέθεν γʼ ἐλάσας πεδίον κάτα μέρμερα ῥέζε· πλήθει γὰρ δή μοι νεκύων ἐρατεινὰ ῥέεθρα, οὐδέ τί πῃ δύναμαι προχέειν ῥόον εἰς ἅλα δῖαν στεινόμενος νεκύεσσι, σὺ δὲ κτείνεις ἀϊδήλως. ἀλλʼ ἄγε δὴ καὶ ἔασον· ἄγη μʼ ἔχει ὄρχαμε λαῶν. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ἔσται ταῦτα Σκάμανδρε διοτρεφές, ὡς σὺ κελεύεις. Τρῶας δʼ οὐ πρὶν λήξω ὑπερφιάλους ἐναρίζων, πρὶν ἔλσαι κατὰ ἄστυ καὶ Ἕκτορι πειρηθῆναι ἀντιβίην, ἤ κέν με δαμάσσεται, ἦ κεν ἐγὼ τόν. ὣς εἰπὼν Τρώεσσιν ἐπέσσυτο δαίμονι ἶσος· καὶ τότʼ Ἀπόλλωνα προσέφη ποταμὸς βαθυδίνης· ὢ πόποι ἀργυρότοξε Διὸς τέκος οὐ σύ γε βουλὰς εἰρύσαο Κρονίωνος, ὅ τοι μάλα πόλλʼ ἐπέτελλε Τρωσὶ παρεστάμεναι καὶ ἀμύνειν, εἰς ὅ κεν ἔλθῃ δείελος ὀψὲ δύων, σκιάσῃ δʼ ἐρίβωλον ἄρουραν. ἦ, καὶ Ἀχιλλεὺς μὲν δουρικλυτὸς ἔνθορε μέσσῳ κρημνοῦ ἀπαΐξας· ὃ δʼ ἐπέσσυτο οἴδματι θύων, πάντα δʼ ὄρινε ῥέεθρα κυκώμενος, ὦσε δὲ νεκροὺς πολλούς, οἵ ῥα κατʼ αὐτὸν ἅλις ἔσαν, οὓς κτάνʼ Ἀχιλλεύς τοὺς ἔκβαλλε θύραζε μεμυκὼς ἠΰτε ταῦρος χέρσον δέ· ζωοὺς δὲ σάω κατὰ καλὰ ῥέεθρα, κρύπτων ἐν δίνῃσι βαθείῃσιν μεγάλῃσι. δεινὸν δʼ ἀμφʼ Ἀχιλῆα κυκώμενον ἵστατο κῦμα, ὤθει δʼ ἐν σάκεϊ πίπτων ῥόος· οὐδὲ πόδεσσιν εἶχε στηρίξασθαι· ὃ δὲ πτελέην ἕλε χερσὶν εὐφυέα μεγάλην· ἣ δʼ ἐκ ῥιζῶν ἐριποῦσα κρημνὸν ἅπαντα διῶσεν, ἐπέσχε δὲ καλὰ ῥέεθρα ὄζοισιν πυκινοῖσι, γεφύρωσεν δέ μιν αὐτὸν εἴσω πᾶσʼ ἐριποῦσʼ· ὃ δʼ ἄρʼ ἐκ δίνης ἀνορούσας