<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l><l n="131">ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,</l><l n="132">ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.</l><l n="133">ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες</l><l n="134">τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,</l><l n="135">οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.</l><milestone ed="p" n="136" unit="card"/></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="137">ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο</l><l n="138">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="139">τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος</l><l n="140">Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων</l><l n="141">υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος</l><l n="142">γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν</l><l n="143">πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.</l><l n="144">τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο</l><l n="145">ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε</l><l n="146">Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,</l><l n="147">τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.</l><l n="148">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="149">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l><q><l n="153">Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις;</l><l n="154">εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης</l><l n="155">Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν</l><l n="156">ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.</l><l n="157">αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος</l><l n="158">Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,</l><l n="159">ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι</l><l n="160">γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ.</l><milestone ed="p" n="161" unit="card"/></q><l n="161"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς</l><l n="162">Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς</l><l n="163">ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν.</l><l n="164">καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ</l><l n="165">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο·</l><l n="166">τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς</l><l n="167">δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ</l><l n="168">γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.</l><l n="169">δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα</l><l n="170">Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.</l><l n="171">καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην,</l><l n="172">μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος.</l><l n="173">Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="174">ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος</l><l n="175">οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.</l><l n="176">τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,</l><l n="177">τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ</l><l n="178">ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,</l><l n="179">ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.</l><l n="180">γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι</l><l n="181">χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν</l><l n="182">ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας</l><l n="183">τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·</l></div></div></body></text></TEI>