τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν. τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι, καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν· ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον· θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν. φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων. οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους, ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους. ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν, οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο. ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον, ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι. τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης. τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν, τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν; δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι. τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός· Πηλεΐδη μεγάθυμε τί ἦ γενεὴν ἐρεείνεις; εἴμʼ ἐκ Παιονίης ἐριβώλου τηλόθʼ ἐούσης Παίονας ἄνδρας ἄγων δολιχεγχέας· ἥδε δέ μοι νῦν ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα. αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος Ἀξιοῦ, ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν, ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ· τὸν δʼ ἐμέ φασι γείνασθαι· νῦν αὖτε μαχώμεθα φαίδιμʼ Ἀχιλλεῦ. ὣς φάτʼ ἀπειλήσας, ὃ δʼ ἀνέσχετο δῖος Ἀχιλλεὺς Πηλιάδα μελίην· ὃ δʼ ἁμαρτῇ δούρασιν ἀμφὶς ἥρως Ἀστεροπαῖος, ἐπεὶ περιδέξιος ἦεν. καί ῥʼ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν, οὐδὲ διὰ πρὸ ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο· τῷ δʼ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς δεξιτερῆς, σύτο δʼ αἷμα κελαινεφές· ἣ δʼ ὑπὲρ αὐτοῦ γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι. δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων. καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ὑψηλὴν βάλεν ὄχθην, μεσσοπαγὲς δʼ ἄρʼ ἔθηκε κατʼ ὄχθης μείλινον ἔγχος. Πηλεΐδης δʼ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἆλτʼ ἐπί οἱ μεμαώς· ὃ δʼ ἄρα μελίην Ἀχιλῆος οὐ δύνατʼ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ. τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων, τρὶς δὲ μεθῆκε βίης· τὸ δὲ τέτρατον ἤθελε θυμῷ ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο, ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα. γαστέρα γάρ μιν τύψε παρʼ ὀμφαλόν, ἐκ δʼ ἄρα πᾶσαι χύντο χαμαὶ χολάδες· τὸν δὲ σκότος ὄσσε κάλυψεν ἀσθμαίνοντʼ· Ἀχιλεὺς δʼ ἄρʼ ἐνὶ στήθεσσιν ὀρούσας τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·