<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="21"><q><l n="104">Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι</l><l n="105">καὶ πάντων Τρώων, περὶ δʼ αὖ Πριάμοιό γε παίδων.</l><l n="106">ἀλλὰ φίλος θάνε καὶ σύ· τί ἦ ὀλοφύρεαι οὕτως;</l><l n="107">κάτθανε καὶ Πάτροκλος, ὅ περ σέο πολλὸν ἀμείνων.</l><l n="108">οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;</l><l n="109">πατρὸς δʼ εἴμʼ ἀγαθοῖο, θεὰ δέ με γείνατο μήτηρ·</l><l n="110">ἀλλʼ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή·</l><l n="111">ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ</l><l n="112">ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται</l><l n="113">ἢ ὅ γε δουρὶ βαλὼν ἢ ἀπὸ νευρῆφιν ὀϊστῷ.</l></q><l n="114"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοῦ δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ·</l><l n="115">ἔγχος μέν ῥʼ ἀφέηκεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="116">ἀμφοτέρας· Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="117">τύψε κατὰ κληῗδα παρʼ αὐχένα, πᾶν δέ οἱ εἴσω</l><l n="118">δῦ ξίφος ἄμφηκες· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ γαίῃ</l><l n="119">κεῖτο ταθείς, ἐκ δʼ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν.</l><l n="120">τὸν δʼ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,</l><l n="121">καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντʼ ἀγόρευεν·</l><q><l n="122">ἐνταυθοῖ νῦν κεῖσο μετʼ ἰχθύσιν, οἵ σʼ ὠτειλὴν</l><l n="123">αἷμʼ ἀπολιχμήσονται ἀκηδέες· οὐδέ σε μήτηρ</l><l n="124">ἐνθεμένη λεχέεσσι γοήσεται, ἀλλὰ Σκάμανδρος</l><l n="125">οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον·</l><l n="126">θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχʼ ὑπαΐξει</l><l n="127">ἰχθύς, ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.</l><l n="128">φθείρεσθʼ εἰς ὅ κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς</l><l n="129">ὑμεῖς μὲν φεύγοντες, ἐγὼ δʼ ὄπιθεν κεραΐζων.</l><l n="130">οὐδʼ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης</l><l n="131">ἀρκέσει, ᾧ δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,</l><l n="132">ζωοὺς δʼ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.</l><l n="133">ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον, εἰς ὅ κε πάντες</l><l n="134">τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,</l><l n="135">οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.</l><milestone ed="p" n="136" unit="card"/></q><l n="136"><milestone ed="P" unit="para"/>ὣς ἄρʼ ἔφη, ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,</l><l n="137">ὅρμηνεν δʼ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο</l><l n="138">δῖον Ἀχιλλῆα, Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.</l><l n="139">τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος</l><l n="140">Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων</l><l n="141">υἱέϊ Πηλεγόνος· τὸν δʼ Ἀξιὸς εὐρυρέεθρος</l><l n="142">γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν</l><l n="143">πρεσβυτάτη· τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.</l><l n="144">τῷ ῥʼ Ἀχιλεὺς ἐπόρουσεν, ὃ δʼ ἀντίος ἐκ ποταμοῖο</l><l n="145">ἔστη ἔχων δύο δοῦρε· μένος δέ οἱ ἐν φρεσὶ θῆκε</l><l n="146">Ξάνθος, ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,</l><l n="147">τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδʼ ἐλέαιρεν.</l><l n="148">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="149">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="150">τίς πόθεν εἰς ἀνδρῶν ὅ μευ ἔτλης ἀντίος ἐλθεῖν;</l><l n="151">δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.</l></q><l n="152"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός·</l></div></div></body></text></TEI>