<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="94">ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,</l><l n="95">ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν</l><l n="96">ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.</l><l n="97">τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·</l><l n="98">αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.</l><l n="99">καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει</l><l n="100">πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ</l><l n="101">ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα</l><l n="102">νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.</l></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="104">ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν</l><l n="105">εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης</l><l n="106">ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·</l><l n="107">ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.</l><l n="108">ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν</l><l n="109">λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.</l><milestone ed="p" n="110" unit="card"/></q><l n="110"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,</l><l n="111">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="112">οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην</l><l n="113">ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="114">ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·</l><q><l n="115">φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη</l><l n="116">ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.</l><l n="117">Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="118">ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.</l><l n="119">ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω</l><l n="120">αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ</l><l n="121">παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ</l><l n="122">δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι</l><l n="123">ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ</l><l n="124">Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.</l><l n="125">πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες</l><l n="126">τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι</l><l n="127">σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα</l><l n="128">γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.</l><l n="129">εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς</l><l n="130">δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ</l><l n="131">ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.</l></q><l n="132"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="133">Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.</l><l n="134">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι</l><l n="135">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="136">ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες</l><l n="137">ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.</l><l n="138">εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,</l><l n="139">ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,</l><l n="140">αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται</l><l n="141">φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω</l><l n="142">ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων</l><l n="143">ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.</l><milestone ed="p" n="144" unit="card"/></q><l n="144"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης</l><l n="145">τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο</l><l n="146">ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη</l><l n="147">ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,</l><l n="148">ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.</l><l n="149">ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,</l><l n="150">ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·</l><l n="151">οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης</l><l n="152">ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.</l><l n="153"><milestone ed="P" unit="para"/>ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες</l><l n="154">βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο</l><l n="155">ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.</l><l n="156"><milestone ed="P" unit="para"/>τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ</l><l n="157">ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν</l><l n="158">ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι</l><l n="159">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι</l><l n="160">Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.</l><l n="161">Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει</l><l n="162">νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν</l><l n="163">πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.</l><l n="164">Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς</l><l n="165">σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν</l><l n="166">ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων</l><l n="167">ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν</l><l n="168">δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας</l><l n="169">γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,</l><l n="170">οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν</l><l n="171">μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,</l><l n="172">γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ</l><l n="173">ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·</l><l n="174">ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ</l><l n="175">ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.</l><milestone ed="p" n="176" unit="card"/><l n="176">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="177">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="178">Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν</l><l n="179">ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="180">ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι</l><l n="181">τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,</l><l n="182">οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·</l><l n="183">εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.</l><l n="184">ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="185">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι</l><l n="186">αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.</l><l n="187">ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.</l><l n="188">ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα</l><l n="189">σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι</l><l n="190">καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.</l><l n="191">ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν</l><l n="192">πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,</l><l n="193">ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="194">ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.</l><l n="195">ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ</l><l n="196">βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="197">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,</l><l n="198">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><milestone ed="p" n="199" unit="card"/><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·</l><q><l n="200">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="201">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="202">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="203">ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας</l><l n="204">πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·</l><l n="205">ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.</l><l n="206">φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,</l><l n="207">μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·</l><l n="208">αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο</l><l n="209">εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·</l><l n="210">τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται</l><l n="211">σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν</l><l n="212">ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.</l><l n="213">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="214">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·</l><l n="215">Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,</l><l n="216">κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ</l><l n="217">ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,</l><l n="218">ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.</l><l n="219">Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,</l><l n="220">ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·</l><l n="221">τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο</l><l n="222">θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.</l><l n="223">τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,</l><l n="224">ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·</l><l n="225">αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.</l><l n="226">αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,</l><l n="227">ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·</l><l n="228">ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="229">ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.</l><l n="230">Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·</l><l n="231">Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο</l><l n="232">Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,</l><l n="233">ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·</l><l n="234">τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν</l><l n="235">κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.</l><l n="236">Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·</l><l n="237">Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε</l><l n="238">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·</l><l n="239">Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·</l><l n="240">αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.</l><l n="241">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l><milestone ed="p" n="242" unit="card"/><l n="242">Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><l n="243">ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.</l><l n="244">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="245">ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.</l><l n="246">ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι</l><l n="247">πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.</l><l n="248">στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι</l><l n="249">παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.</l><l n="250">ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.</l><l n="251">ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη</l><l n="252">νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,</l><l n="253">αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο</l><l n="254">νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι</l><l n="255">πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.</l><l n="256">ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα</l><l n="257">πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον</l><l n="258">γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος</l><l n="260">σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.</l><l n="261">Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ</l><l n="262">ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος</l><l n="263">ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο</l><l n="264">νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="265">ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="266">ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.</l><l n="267">οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="268">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·</l><l n="269">ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς</l><l n="270">ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,</l><l n="271">τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,</l><l n="272">τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.</l><milestone ed="p" n="273" unit="card"/><l n="273"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,</l><l n="274">καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="275">ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,</l><l n="276">λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ</l><l n="277">Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.</l><l n="278">Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε</l><l n="279">δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="280">ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους</l><l n="281">ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν</l><l n="282">ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,</l><l n="283">ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="284">ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="285">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="286">Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="287">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="288">ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="289">ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="290">τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,</l><l n="291">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·</l><l n="292">αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·</l><q><l n="293">ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,</l><l n="294">ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι</l><l n="295">πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο</l><l n="296">νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.</l><l n="297">ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει</l><l n="298">μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ</l><l n="299">δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="300">ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,</l><l n="301">μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς</l><l n="302">τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,</l><l n="303">ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται</l><l n="304">Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων</l><l n="305">οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.</l><l n="306">ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·</l><l n="307">νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει</l><l n="308">καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="310">ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον</l><l n="311">Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς</l><l n="312">Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.</l><l n="313">ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους</l><l n="314">πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη</l><l n="315">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="316">μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="317">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="318"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="319">βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,</l><l n="320">ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.</l><l n="321">αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν</l><l n="322">Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον</l><l n="323">ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·</l><l n="324">καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,</l><l n="325">Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.</l><l n="326">πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων</l><l n="327">Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,</l><l n="328">ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,</l><l n="329">ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.</l><l n="330">τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,</l><l n="331">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="332">Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει</l><l n="333">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,</l><l n="334">ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;</l><l n="335">ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,</l><l n="336">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.</l><l n="337">αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,</l><l n="338">θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·</l><l n="339">οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.</l><milestone ed="p" n="340" unit="card"/></q><l n="340"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="341">αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν</l><l n="342">θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,</l><l n="343">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="344">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="345">ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα</l><l n="346">λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.</l><l n="347">ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν</l><l n="348">ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.</l><l n="349">ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι</l><l n="350">ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.</l><l n="351">ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας</l><l n="352">τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.</l></q><l n="353"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·</l><q><l n="354">μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,</l><l n="355">ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.</l><l n="356">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="357">τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·</l><l n="358">οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη</l><l n="359">τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·</l><l n="360">ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε</l><l n="361">καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,</l><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l><l n="385">Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·</l><l n="386">τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς</l><l n="387">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,</l><l n="388">δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="389">κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="390">ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ</l><l n="391">Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν</l><l n="392">Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.</l></q><l n="393"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="394">τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο</l><l n="395">πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα</l><l n="396">ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν</l><l n="397">νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.</l><l n="398">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς</l><l n="399">αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="400">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="401">Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="402">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.</l><l n="403">αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος</l><l n="404">ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα</l><l n="405">κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·</l><l n="406">ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·</l><l n="407">αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον</l><l n="408">Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,</l><l n="409">οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,</l><l n="410">καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα</l><l n="411">δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων</l><l n="412">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="413">τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="414">νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες</l><l n="415">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·</l><l n="416">ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,</l><l n="417">γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε</l><l n="418">κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.</l><milestone ed="p" n="419" unit="card"/><l n="419"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον</l><l n="420">ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη</l><l n="421">κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="422">δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ</l><l n="423">ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς</l><l n="424">ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="425">ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,</l><l n="426">ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν</l><l n="427">ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.</l></q><l n="428"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·</l><q><l n="429">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="430"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="431">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="432">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="433">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="434">οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.</l><l n="435">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="436">αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι</l><l n="437">δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.</l></q><l n="438"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη</l><l n="439">πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο</l><l n="440">ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,</l><l n="441">αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="442">ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="443">σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων</l><l n="444">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="445">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="446">ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.</l><l n="447">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="448">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="449">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="450">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,</l><l n="451">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="452">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="453">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="454">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·</l><l n="456">ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,</l><l n="457">Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε</l><l n="458">κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα</l><l n="459">οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·</l><l n="460">αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος</l><l n="461">ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,</l><l n="462">τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.</l><l n="463">Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,</l><l n="464">εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη</l><l n="465">μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,</l><l n="466">νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="467">οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,</l><l n="468">ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων</l><l n="469">ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·</l><l n="470">ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ</l><l n="471">κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε</l><l n="472">θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς</l><l n="473">δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο</l><l n="474">αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον</l><l n="475">μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,</l><l n="476">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="477">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="478">Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες</l><l n="479">ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν</l><l n="480">αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς</l><l n="481">πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας</l><l n="482">τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε</l><l n="483">σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.</l><l n="484">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν</l><l n="485">Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·</l><l n="486">τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,</l><l n="487">ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα</l><l n="488">ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ</l><l n="489">νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ</l><l n="491">οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,</l><l n="492">πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,</l><l n="493">ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος</l><l n="494">κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="495">ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους</l><l n="496">τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="497">ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,</l><l n="498">ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι</l><l n="499">στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="500">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="501">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="502">αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι</l><l n="503">Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l></div><div type="textpart" subtype="Book" n="21"><milestone ed="p" n="1" unit="card"/><l n="1">ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="2">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l></div></div></body></text></TEI>