<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="84">ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων</l><l n="85">Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;</l></q><milestone ed="p" n="86" unit="card"/><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·</l><q><l n="87">Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις</l><l n="88">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;</l><l n="89">οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος</l><l n="90">στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν</l><l n="91">ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,</l><l n="92">πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="93">εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.</l><l n="94">ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,</l><l n="95">ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν</l><l n="96">ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.</l><l n="97">τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·</l><l n="98">αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.</l><l n="99">καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει</l><l n="100">πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ</l><l n="101">ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα</l><l n="102">νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.</l></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="104">ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν</l><l n="105">εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης</l><l n="106">ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·</l><l n="107">ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.</l><l n="108">ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν</l><l n="109">λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.</l><milestone ed="p" n="110" unit="card"/></q><l n="110"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,</l><l n="111">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="112">οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην</l><l n="113">ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="114">ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·</l><q><l n="115">φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη</l><l n="116">ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.</l><l n="117">Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="118">ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.</l><l n="119">ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω</l><l n="120">αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ</l><l n="121">παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ</l><l n="122">δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι</l><l n="123">ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ</l><l n="124">Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.</l><l n="125">πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες</l><l n="126">τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι</l><l n="127">σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα</l><l n="128">γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.</l><l n="129">εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς</l><l n="130">δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ</l><l n="131">ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.</l></q><l n="132"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="133">Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.</l><l n="134">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι</l><l n="135">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="136">ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες</l><l n="137">ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.</l><l n="138">εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,</l><l n="139">ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,</l><l n="140">αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται</l><l n="141">φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω</l><l n="142">ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων</l><l n="143">ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.</l><milestone ed="p" n="144" unit="card"/></q><l n="144"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης</l><l n="145">τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο</l><l n="146">ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη</l><l n="147">ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,</l><l n="148">ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.</l><l n="149">ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,</l><l n="150">ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·</l></div></div></body></text></TEI>