ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν; τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε· Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι; οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι, πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα. ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν. τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι· αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει. καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι. τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων· ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν· ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος. ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν, βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ. οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν· ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε· φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα. Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων. ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα. πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ. εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς. τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων· Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή. οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν· ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει. εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων, ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι, αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας. ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο, ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ. ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι, ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·