<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><l n="67">ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος</l><l n="68">ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,</l><l n="69">ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="70">Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ</l><l n="71">Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·</l><l n="72">Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,</l><l n="73">ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,</l><l n="74">ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.</l><l n="75"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="76">Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον</l><l n="77">Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει</l><l n="78">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="79">Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων</l><l n="80">ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·</l><l n="81">υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·</l><l n="82">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="83">Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ</l><l n="84">ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων</l><l n="85">Πηλεΐδεω Ἀχιλῆος ἐναντίβιον πολεμίξειν;</l></q><milestone ed="p" n="86" unit="card"/><l n="86"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμειβόμενος προσέειπε·</l><q><l n="87">Πριαμίδη τί με ταῦτα καὶ οὐκ ἐθέλοντα κελεύεις</l><l n="88">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι;</l><l n="89">οὐ μὲν γὰρ νῦν πρῶτα ποδώκεος ἄντʼ Ἀχιλῆος</l><l n="90">στήσομαι, ἀλλʼ ἤδη με καὶ ἄλλοτε δουρὶ φόβησεν</l><l n="91">ἐξ Ἴδης, ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσι,</l><l n="92">πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον· αὐτὰρ ἐμὲ Ζεὺς</l><l n="93">εἰρύσαθʼ, ὅς μοι ἐπῶρσε μένος λαιψηρά τε γοῦνα.</l><l n="94">ἦ κʼ ἐδάμην ὑπὸ χερσὶν Ἀχιλλῆος καὶ Ἀθήνης,</l><l n="95">ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος ἠδʼ ἐκέλευεν</l><l n="96">ἔγχεϊ χαλκείῳ Λέλεγας καὶ Τρῶας ἐναίρειν.</l><l n="97">τὼ οὐκ ἔστʼ Ἀχιλῆος ἐναντίον ἄνδρα μάχεσθαι·</l><l n="98">αἰεὶ γὰρ πάρα εἷς γε θεῶν ὃς λοιγὸν ἀμύνει.</l><l n="99">καὶ δʼ ἄλλως τοῦ γʼ ἰθὺ βέλος πέτετʼ, οὐδʼ ἀπολήγει</l><l n="100">πρὶν χροὸς ἀνδρομέοιο διελθέμεν. εἰ δὲ θεός περ</l><l n="101">ἶσον τείνειεν πολέμου τέλος, οὔ κε μάλα ῥέα</l><l n="102">νικήσειʼ, οὐδʼ εἰ παγχάλκεος εὔχεται εἶναι.</l></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="104">ἥρως ἀλλʼ ἄγε καὶ σὺ θεοῖς αἰειγενέτῃσιν</l><l n="105">εὔχεο· καὶ δὲ σέ φασι Διὸς κούρης Ἀφροδίτης</l><l n="106">ἐκγεγάμεν, κεῖνος δὲ χερείονος ἐκ θεοῦ ἐστίν·</l><l n="107">ἣ μὲν γὰρ Διός ἐσθʼ, ἣ δʼ ἐξ ἁλίοιο γέροντος.</l><l n="108">ἀλλʼ ἰθὺς φέρε χαλκὸν ἀτειρέα, μηδέ σε πάμπαν</l><l n="109">λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ.</l><milestone ed="p" n="110" unit="card"/></q><l n="110"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν,</l><l n="111">βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.</l><l n="112">οὐδʼ ἔλαθʼ Ἀγχίσαο πάϊς λευκώλενον Ἥρην</l><l n="113">ἀντία Πηλεΐωνος ἰὼν ἀνὰ οὐλαμὸν ἀνδρῶν·</l><l n="114">ἣ δʼ ἄμυδις στήσασα θεοὺς μετὰ μῦθον ἔειπε·</l><q><l n="115">φράζεσθον δὴ σφῶϊ Ποσείδαον καὶ Ἀθήνη</l><l n="116">ἐν φρεσὶν ὑμετέρῃσιν, ὅπως ἔσται τάδε ἔργα.</l><l n="117">Αἰνείας ὅδʼ ἔβη κεκορυθμένος αἴθοπι χαλκῷ</l><l n="118">ἀντία Πηλεΐωνος, ἀνῆκε δὲ Φοῖβος Ἀπόλλων.</l><l n="119">ἀλλʼ ἄγεθʼ, ἡμεῖς πέρ μιν ἀποτρωπῶμεν ὀπίσσω</l><l n="120">αὐτόθεν· ἤ τις ἔπειτα καὶ ἡμείων Ἀχιλῆϊ</l><l n="121">παρσταίη, δοίη δὲ κράτος μέγα, μηδέ τι θυμῷ</l><l n="122">δευέσθω, ἵνα εἰδῇ ὅ μιν φιλέουσιν ἄριστοι</l><l n="123">ἀθανάτων, οἳ δʼ αὖτʼ ἀνεμώλιοι οἳ τὸ πάρος περ</l><l n="124">Τρωσὶν ἀμύνουσιν πόλεμον καὶ δηϊοτῆτα.</l><l n="125">πάντες δʼ Οὐλύμποιο κατήλθομεν ἀντιόωντες</l><l n="126">τῆσδε μάχης, ἵνα μή τι μετὰ Τρώεσσι πάθῃσι</l><l n="127">σήμερον· ὕστερον αὖτε τὰ πείσεται ἅσσά οἱ αἶσα</l><l n="128">γιγνομένῳ ἐπένησε λίνῳ ὅτε μιν τέκε μήτηρ.</l><l n="129">εἰ δʼ Ἀχιλεὺς οὐ ταῦτα θεῶν ἐκ πεύσεται ὀμφῆς</l><l n="130">δείσετʼ ἔπειθʼ, ὅτε κέν τις ἐναντίβιον θεὸς ἔλθῃ</l><l n="131">ἐν πολέμῳ· χαλεποὶ δὲ θεοὶ φαίνεσθαι ἐναργεῖς.</l></q><l n="132"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·</l><q><l n="133">Ἥρη μὴ χαλέπαινε παρʼ ἐκ νόον· οὐδέ τί σε χρή.</l><l n="134">οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι θεοὺς ἔριδι ξυνελάσσαι</l><l n="135">ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰμεν·</l><l n="136">ἀλλʼ ἡμεῖς μὲν ἔπειτα καθεζώμεσθα κιόντες</l><l n="137">ἐκ πάτου ἐς σκοπιήν, πόλεμος δʼ ἄνδρεσσι μελήσει.</l><l n="138">εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων,</l><l n="139">ἢ Ἀχιλῆʼ ἴσχωσι καὶ οὐκ εἰῶσι μάχεσθαι,</l><l n="140">αὐτίκʼ ἔπειτα καὶ ἄμμι παρʼ αὐτόθι νεῖκος ὀρεῖται</l><l n="141">φυλόπιδος· μάλα δʼ ὦκα διακρινθέντας ὀΐω</l><l n="142">ἂψ ἴμεν Οὔλυμπον δὲ θεῶν μεθʼ ὁμήγυριν ἄλλων</l><l n="143">ἡμετέρῃς ὑπὸ χερσὶν ἀναγκαίηφι δαμέντας.</l><milestone ed="p" n="144" unit="card"/></q><l n="144"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσας ἡγήσατο κυανοχαίτης</l><l n="145">τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο</l><l n="146">ὑψηλόν, τό ῥά οἱ Τρῶες καὶ Παλλὰς Ἀθήνη</l><l n="147">ποίεον, ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο,</l><l n="148">ὁππότε μιν σεύαιτο ἀπʼ ἠϊόνος πεδίον δέ.</l><l n="149">ἔνθα Ποσειδάων κατʼ ἄρʼ ἕζετο καὶ θεοὶ ἄλλοι,</l><l n="150">ἀμφὶ δʼ ἄρʼ ἄρρηκτον νεφέλην ὤμοισιν ἕσαντο·</l><l n="151">οἳ δʼ ἑτέρωσε καθῖζον ἐπʼ ὀφρύσι Καλλικολώνης</l><l n="152">ἀμφὶ σὲ ἤϊε Φοῖβε καὶ Ἄρηα πτολίπορθον.</l><l n="153"><milestone ed="P" unit="para"/>ὣς οἳ μέν ῥʼ ἑκάτερθε καθήατο μητιόωντες</l><l n="154">βουλάς· ἀρχέμεναι δὲ δυσηλεγέος πολέμοιο</l><l n="155">ὄκνεον ἀμφότεροι, Ζεὺς δʼ ἥμενος ὕψι κέλευε.</l><l n="156"><milestone ed="P" unit="para"/>τῶν δʼ ἅπαν ἐπλήσθη πεδίον καὶ λάμπετο χαλκῷ</l><l n="157">ἀνδρῶν ἠδʼ ἵππων· κάρκαιρε δὲ γαῖα πόδεσσιν</l><l n="158">ὀρνυμένων ἄμυδις. δύο δʼ ἀνέρες ἔξοχʼ ἄριστοι</l><l n="159">ἐς μέσον ἀμφοτέρων συνίτην μεμαῶτε μάχεσθαι</l><l n="160">Αἰνείας τʼ Ἀγχισιάδης καὶ δῖος Ἀχιλλεύς.</l><l n="161">Αἰνείας δὲ πρῶτος ἀπειλήσας ἐβεβήκει</l><l n="162">νευστάζων κόρυθι βριαρῇ· ἀτὰρ ἀσπίδα θοῦριν</l><l n="163">πρόσθεν ἔχε στέρνοιο, τίνασσε δὲ χάλκεον ἔγχος.</l><l n="164">Πηλεΐδης δʼ ἑτέρωθεν ἐναντίον ὦρτο λέων ὣς</l><l n="165">σίντης, ὅν τε καὶ ἄνδρες ἀποκτάμεναι μεμάασιν</l><l n="166">ἀγρόμενοι πᾶς δῆμος· ὃ δὲ πρῶτον μὲν ἀτίζων</l><l n="167">ἔρχεται, ἀλλʼ ὅτε κέν τις ἀρηϊθόων αἰζηῶν</l><l n="168">δουρὶ βάλῃ ἐάλη τε χανών, περί τʼ ἀφρὸς ὀδόντας</l><l n="169">γίγνεται, ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ,</l><l n="170">οὐρῇ δὲ πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν</l><l n="171">μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,</l><l n="172">γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ</l><l n="173">ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·</l><l n="174">ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ</l><l n="175">ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.</l><milestone ed="p" n="176" unit="card"/><l n="176">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="177">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="178">Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν</l><l n="179">ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="180">ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι</l><l n="181">τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,</l><l n="182">οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·</l><l n="183">εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.</l><l n="184">ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="185">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι</l><l n="186">αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.</l><l n="187">ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.</l><l n="188">ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα</l><l n="189">σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι</l><l n="190">καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.</l><l n="191">ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν</l><l n="192">πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,</l><l n="193">ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l></q></div></div></body></text></TEI>