<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><l n="460">αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος</l><l n="461">ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,</l><l n="462">τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.</l><l n="463">Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,</l><l n="464">εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη</l><l n="465">μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,</l><l n="466">νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="467">οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,</l><l n="468">ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων</l><l n="469">ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·</l><l n="470">ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ</l><l n="471">κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε</l><l n="472">θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς</l><l n="473">δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο</l><l n="474">αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον</l><l n="475">μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,</l><l n="476">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="477">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="478">Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες</l><l n="479">ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν</l><l n="480">αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς</l><l n="481">πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας</l><l n="482">τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε</l><l n="483">σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.</l><l n="484">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν</l><l n="485">Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·</l><l n="486">τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,</l><l n="487">ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα</l><l n="488">ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ</l><l n="489">νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ</l><l n="491">οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,</l><l n="492">πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,</l><l n="493">ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος</l><l n="494">κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="495">ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους</l><l n="496">τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="497">ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,</l><l n="498">ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι</l><l n="499">στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="500">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="501">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="502">αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι</l><l n="503">Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l></div><div type="textpart" subtype="Book" n="21"><milestone ed="p" n="1" unit="card"/><l n="1">ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="2">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="3">ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε</l><l n="4">πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο</l><l n="5">ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·</l></div></div></body></text></TEI>