αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε, τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας. Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων, εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας, νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν· οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων, ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ· ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι, πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή. Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς. αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει· τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός, ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι. ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη, πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει, ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα. ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ, ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων, ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον, ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·