<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><l n="412">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="413">τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="414">νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες</l><l n="415">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·</l><l n="416">ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,</l><l n="417">γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε</l><l n="418">κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.</l><milestone ed="p" n="419" unit="card"/><l n="419"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον</l><l n="420">ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη</l><l n="421">κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="422">δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ</l><l n="423">ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς</l><l n="424">ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="425">ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,</l><l n="426">ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν</l><l n="427">ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.</l></q><l n="428"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·</l><q><l n="429">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="430"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="431">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="432">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="433">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="434">οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.</l><l n="435">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="436">αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι</l><l n="437">δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.</l></q><l n="438"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη</l><l n="439">πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο</l><l n="440">ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,</l><l n="441">αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="442">ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="443">σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων</l><l n="444">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="445">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="446">ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.</l><l n="447">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="448">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="449">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="450">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,</l><l n="451">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="452">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="453">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="454">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·</l><l n="456">ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,</l><l n="457">Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε</l><l n="458">κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα</l><l n="459">οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·</l><l n="460">αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος</l><l n="461">ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,</l><l n="462">τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.</l><l n="463">Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,</l><l n="464">εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη</l><l n="465">μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,</l><l n="466">νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="467">οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,</l><l n="468">ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων</l><l n="469">ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·</l><l n="470">ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ</l><l n="471">κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε</l><l n="472">θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς</l><l n="473">δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο</l><l n="474">αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον</l><l n="475">μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,</l><l n="476">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="477">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="478">Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες</l><l n="479">ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν</l><l n="480">αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς</l><l n="481">πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας</l><l n="482">τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε</l><l n="483">σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.</l><l n="484">αὐτὰρ ὃ βῆ ῥʼ ἰέναι μετʼ ἀμύμονα Πείρεω υἱὸν</l><l n="485">Ῥίγμον, ὃς ἐκ Θρῄκης ἐριβώλακος εἰληλούθει·</l><l n="486">τὸν βάλε μέσσον ἄκοντι, πάγη δʼ ἐν νηδύϊ χαλκός,</l><l n="487">ἤριπε δʼ ἐξ ὀχέων· ὃ δʼ Ἀρηΐθοον θεράποντα</l><l n="488">ἂψ ἵππους στρέψαντα μετάφρενον ὀξέϊ δουρὶ</l><l n="489">νύξʼ, ἀπὸ δʼ ἅρματος ὦσε· κυκήθησαν δέ οἱ ἵπποι.</l><milestone ed="p" n="490" unit="card"/><l n="490"><milestone ed="P" unit="para"/>ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ</l><l n="491">οὔρεος ἀζαλέοιο, βαθεῖα δὲ καίεται ὕλη,</l><l n="492">πάντῃ τε κλονέων ἄνεμος φλόγα εἰλυφάζει,</l><l n="493">ὣς ὅ γε πάντῃ θῦνε σὺν ἔγχεϊ δαίμονι ἶσος</l><l n="494">κτεινομένους ἐφέπων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="495">ὡς δʼ ὅτε τις ζεύξῃ βόας ἄρσενας εὐρυμετώπους</l><l n="496">τριβέμεναι κρῖ λευκὸν ἐϋκτιμένῃ ἐν ἀλωῇ,</l><l n="497">ῥίμφά τε λέπτʼ ἐγένοντο βοῶν ὑπὸ πόσσʼ ἐριμύκων,</l><l n="498">ὣς ὑπʼ Ἀχιλλῆος μεγαθύμου μώνυχες ἵπποι</l><l n="499">στεῖβον ὁμοῦ νέκυάς τε καὶ ἀσπίδας· αἵματι δʼ ἄξων</l><l n="500">νέρθεν ἅπας πεπάλακτο καὶ ἄντυγες αἳ περὶ δίφρον,</l><l n="501">ἃς ἄρʼ ἀφʼ ἱππείων ὁπλέων ῥαθάμιγγες ἔβαλλον</l><l n="502">αἵ τʼ ἀπʼ ἐπισσώτρων· ὃ δὲ ἵετο κῦδος ἀρέσθαι</l><l n="503">Πηλεΐδης, λύθρῳ δὲ παλάσσετο χεῖρας ἀάπτους.</l></div><div type="textpart" subtype="Book" n="21"><milestone ed="p" n="1" unit="card"/><l n="1">ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο</l><l n="2">Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς,</l><l n="3">ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε</l><l n="4">πρὸς πόλιν, ᾗ περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο</l><l n="5">ἤματι τῷ προτέρῳ, ὅτε μαίνετο φαίδιμος Ἕκτωρ·</l><l n="6">τῇ ῥʼ οἵ γε προχέοντο πεφυζότες, ἠέρα δʼ Ἥρη</l><l n="7">πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν· ἡμίσεες δὲ</l><l n="8">ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,</l><l n="9">ἐν δʼ ἔπεσον μεγάλῳ πατάγῳ, βράχε δʼ αἰπὰ ῥέεθρα,</l><l n="10">ὄχθαι δʼ ἀμφὶ περὶ μεγάλʼ ἴαχον· οἳ δʼ ἀλαλητῷ</l><l n="11">ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.</l><l n="12">ὡς δʼ ὅθʼ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται</l><l n="13">φευγέμεναι ποταμὸν δέ· τὸ δὲ φλέγει ἀκάματον πῦρ</l><l n="14">ὄρμενον ἐξαίφνης, ταὶ δὲ πτώσσουσι καθʼ ὕδωρ·</l><l n="15">ὣς ὑπʼ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος</l><l n="16">πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.</l><l n="17"><milestone ed="P" unit="para"/>αὐτὰρ ὃ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπʼ ὄχθῃ</l><l n="18">κεκλιμένον μυρίκῃσιν, ὃ δʼ ἔσθορε δαίμονι ἶσος</l><l n="19">φάσγανον οἶον ἔχων, κακὰ δὲ φρεσὶ μήδετο ἔργα,</l><l n="20">τύπτε δʼ ἐπιστροφάδην· τῶν δὲ στόνος ὄρνυτʼ ἀεικὴς</l><l n="21">ἄορι θεινομένων, ἐρυθαίνετο δʼ αἵματι ὕδωρ.</l><l n="22">ὡς δʼ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι</l><l n="23">φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου</l><l n="24">δειδιότες· μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν·</l><l n="25">ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα</l><l n="26">πτῶσσον ὑπὸ κρημνούς. ὃ δʼ ἐπεὶ κάμε χεῖρας ἐναίρων,</l><l n="27">ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους</l><l n="28">ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος·</l><l n="29">τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,</l><l n="30">δῆσε δʼ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,</l><l n="31">τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,</l><l n="32">δῶκε δʼ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.</l><l n="33">αὐτὰρ ὃ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.</l><milestone ed="p" n="34" unit="card"/><l n="34"><milestone ed="P" unit="para"/>ἔνθʼ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο</l><l n="35">ἐκ ποταμοῦ φεύγοντι Λυκάονι, τόν ῥά ποτʼ αὐτὸς</l><l n="36">ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα</l><l n="37">ἐννύχιος προμολών· ὃ δʼ ἐρινεὸν ὀξέϊ χαλκῷ</l><l n="38">τάμνε νέους ὄρπηκας, ἵνʼ ἅρματος ἄντυγες εἶεν·</l><l n="39">τῷ δʼ ἄρʼ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.</l><l n="40">καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε</l><l n="41">νηυσὶν ἄγων, ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε·</l><l n="42">κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δʼ ἔδωκεν</l><l n="43">Ἴμβριος Ἠετίων, πέμψεν δʼ ἐς δῖαν Ἀρίσβην·</l><l n="44">ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.</l><l n="45">ἕνδεκα δʼ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν</l><l n="46">ἐλθὼν ἐκ Λήμνοιο· δυωδεκάτῃ δέ μιν αὖτις</l><l n="47">χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν, ὅς μιν ἔμελλε</l></div></div></body></text></TEI>