<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l><l n="385">Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·</l><l n="386">τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς</l><l n="387">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,</l><l n="388">δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="389">κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="390">ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ</l><l n="391">Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν</l><l n="392">Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.</l></q><l n="393"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="394">τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο</l><l n="395">πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα</l><l n="396">ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν</l><l n="397">νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.</l><l n="398">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς</l><l n="399">αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="400">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="401">Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="402">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.</l><l n="403">αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος</l><l n="404">ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα</l><l n="405">κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·</l><l n="406">ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·</l><l n="407">αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον</l><l n="408">Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,</l><l n="409">οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,</l><l n="410">καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα</l></div></div></body></text></TEI>