<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="315">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="316">μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="317">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="318"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="319">βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,</l><l n="320">ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.</l><l n="321">αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν</l><l n="322">Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον</l><l n="323">ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·</l><l n="324">καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,</l><l n="325">Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.</l><l n="326">πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων</l><l n="327">Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,</l><l n="328">ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,</l><l n="329">ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.</l><l n="330">τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,</l><l n="331">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="332">Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει</l><l n="333">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,</l><l n="334">ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;</l><l n="335">ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,</l><l n="336">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.</l><l n="337">αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,</l><l n="338">θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·</l><l n="339">οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.</l><milestone ed="p" n="340" unit="card"/></q><l n="340"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="341">αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν</l><l n="342">θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,</l><l n="343">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="344">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="345">ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα</l><l n="346">λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.</l><l n="347">ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν</l><l n="348">ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.</l><l n="349">ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι</l><l n="350">ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.</l><l n="351">ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας</l><l n="352">τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.</l></q><l n="353"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·</l><q><l n="354">μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,</l><l n="355">ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.</l><l n="356">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="357">τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·</l><l n="358">οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη</l><l n="359">τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·</l><l n="360">ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε</l><l n="361">καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,</l><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l><l n="385">Τμώλῳ ὕπο νιφόεντι Ὕδης ἐν πίονι δήμῳ·</l><l n="386">τὸν δʼ ἰθὺς μεμαῶτα βάλʼ ἔγχεϊ δῖος Ἀχιλλεὺς</l><l n="387">μέσσην κὰκ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη,</l><l n="388">δούπησεν δὲ πεσών, ὃ δʼ ἐπεύξατο δῖος Ἀχιλλεύς·</l><q><l n="389">κεῖσαι Ὀτρυντεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν·</l><l n="390">ἐνθάδε τοι θάνατος, γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ</l><l n="391">Γυγαίῃ, ὅθι τοι τέμενος πατρώϊόν ἐστιν</l><l n="392">Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι.</l></q><l n="393"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="394">τὸν μὲν Ἀχαιῶν ἵπποι ἐπισσώτροις δατέοντο</l><l n="395">πρώτῃ ἐν ὑσμίνῃ· ὃ δʼ ἐπʼ αὐτῷ Δημολέοντα</l><l n="396">ἐσθλὸν ἀλεξητῆρα μάχης Ἀντήνορος υἱὸν</l><l n="397">νύξε κατὰ κρόταφον, κυνέης διὰ χαλκοπαρῄου.</l><l n="398">οὐδʼ ἄρα χαλκείη κόρυς ἔσχεθεν, ἀλλὰ διʼ αὐτῆς</l><l n="399">αἰχμὴ ἱεμένη ῥῆξʼ ὀστέον, ἐγκέφαλος δὲ</l><l n="400">ἔνδον ἅπας πεπάλακτο· δάμασσε δέ μιν μεμαῶτα.</l><l n="401">Ἱπποδάμαντα δʼ ἔπειτα καθʼ ἵππων ἀΐξαντα</l><l n="402">πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρί.</l><l n="403">αὐτὰρ ὃ θυμὸν ἄϊσθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος</l><l n="404">ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα</l><l n="405">κούρων ἑλκόντων· γάνυται δέ τε τοῖς ἐνοσίχθων·</l><l n="406">ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ·</l><l n="407">αὐτὰρ ὃ βῆ σὺν δουρὶ μετʼ ἀντίθεον Πολύδωρον</l><l n="408">Πριαμίδην. τὸν δʼ οὔ τι πατὴρ εἴασκε μάχεσθαι,</l><l n="409">οὕνεκά οἱ μετὰ παισὶ νεώτατος ἔσκε γόνοιο,</l><l n="410">καί οἱ φίλτατος ἔσκε, πόδεσσι δὲ πάντας ἐνίκα</l><l n="411">δὴ τότε νηπιέῃσι ποδῶν ἀρετὴν ἀναφαίνων</l><l n="412">θῦνε διὰ προμάχων, εἷος φίλον ὤλεσε θυμόν.</l><l n="413">τὸν βάλε μέσσον ἄκοντι ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="414">νῶτα παραΐσσοντος, ὅθι ζωστῆρος ὀχῆες</l><l n="415">χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ·</l><l n="416">ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλὸν ἔγχεος αἰχμή,</l><l n="417">γνὺξ δʼ ἔριπʼ οἰμώξας, νεφέλη δέ μιν ἀμφεκάλυψε</l><l n="418">κυανέη, προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς.</l><milestone ed="p" n="419" unit="card"/><l n="419"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς ἐνόησε κασίγνητον Πολύδωρον</l><l n="420">ἔντερα χερσὶν ἔχοντα λιαζόμενον ποτὶ γαίη</l><l n="421">κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτʼ ἀχλύς· οὐδʼ ἄρʼ ἔτʼ ἔτλη</l><l n="422">δηρὸν ἑκὰς στρωφᾶσθʼ, ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ</l><l n="423">ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος· αὐτὰρ Ἀχιλλεὺς</l><l n="424">ὡς εἶδʼ, ὣς ἀνεπᾶλτο, καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="425">ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστʼ ἐσεμάσσατο θυμόν,</l><l n="426">ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον· οὐδʼ ἂν ἔτι δὴν</l><l n="427">ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.</l></q><l n="428"><milestone ed="P" unit="para"/>ἦ, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον·</l><q><l n="429">ἆσσον ἴθʼ ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι.</l></q><l n="430"><milestone ed="P" unit="para"/>τὸν δʼ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="431">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="432">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="433">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="434">οἶδα δʼ ὅτι σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων.</l><l n="435">ἀλλʼ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,</l><l n="436">αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι</l><l n="437">δουρὶ βαλών, ἐπεὶ ἦ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.</l></q><l n="438"><milestone ed="P" unit="para"/>ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δόρυ, καὶ τό γʼ Ἀθήνη</l><l n="439">πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο</l><l n="440">ἦκα μάλα ψύξασα· τὸ δʼ ἂψ ἵκεθʼ Ἕκτορα δῖον,</l><l n="441">αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν. αὐτὰρ Ἀχιλλεὺς</l><l n="442">ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,</l><l n="443">σμερδαλέα ἰάχων· τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων</l><l n="444">ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ.</l><l n="445">τρὶς μὲν ἔπειτʼ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς</l><l n="446">ἔγχεϊ χαλκείῳ, τρὶς δʼ ἠέρα τύψε βαθεῖαν.</l><l n="447">ἀλλʼ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,</l><l n="448">δεινὰ δʼ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="449">ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον· ἦ τέ τοι ἄγχι</l><l n="450">ἦλθε κακόν· νῦν αὖτέ σʼ ἐρύσατο Φοῖβος Ἀπόλλων,</l><l n="451">ᾧ μέλλεις εὔχεσθαι ἰὼν ἐς δοῦπον ἀκόντων.</l><l n="452">ἦ θήν σʼ ἐξανύω γε καὶ ὕστερον ἀντιβολήσας,</l><l n="453">εἴ πού τις καὶ ἔμοιγε θεῶν ἐπιτάρροθός ἐστι.</l><l n="454">νῦν αὖ τοὺς ἄλλους ἐπιείσομαι, ὅν κε κιχείω.</l><milestone ed="p" n="455" unit="card"/></q><l n="455"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Δρύοπʼ οὖτα κατʼ αὐχένα μέσσον ἄκοντι·</l><l n="456">ἤριπε δὲ προπάροιθε ποδῶν· ὃ δὲ τὸν μὲν ἔασε,</l><l n="457">Δημοῦχον δὲ Φιλητορίδην ἠΰν τε μέγαν τε</l><l n="458">κὰγ γόνυ δουρὶ βαλὼν ἠρύκακε. τὸν μὲν ἔπειτα</l><l n="459">οὐτάζων ξίφεϊ μεγάλῳ ἐξαίνυτο θυμόν·</l><l n="460">αὐτὰρ ὃ Λαόγονον καὶ Δάρδανον υἷε Βίαντος</l><l n="461">ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε,</l><l n="462">τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας.</l><l n="463">Τρῶα δʼ Ἀλαστορίδην, ὃ μὲν ἀντίος ἤλυθε γούνων,</l><l n="464">εἴ πώς εὑ πεφίδοιτο λαβὼν καὶ ζωὸν ἀφείη</l><l n="465">μηδὲ κατακτείνειεν ὁμηλικίην ἐλεήσας,</l><l n="466">νήπιος, οὐδὲ τὸ ᾔδη ὃ οὐ πείσεσθαι ἔμελλεν·</l><l n="467">οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,</l><l n="468">ἀλλὰ μάλʼ ἐμμεμαώς· ὃ μὲν ἥπτετο χείρεσι γούνων</l><l n="469">ἱέμενος λίσσεσθʼ, ὃ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ·</l><l n="470">ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ</l><l n="471">κόλπον ἐνέπλησεν· τὸν δὲ σκότος ὄσσε κάλυψε</l><l n="472">θυμοῦ δευόμενον· ὃ δὲ Μούλιον οὖτα παραστὰς</l><l n="473">δουρὶ κατʼ οὖς· εἶθαρ δὲ διʼ οὔατος ἦλθʼ ἑτέροιο</l><l n="474">αἰχμὴ χαλκείη· ὃ δʼ Ἀγήνορος υἱὸν Ἔχεκλον</l><l n="475">μέσσην κὰκ κεφαλὴν ξίφει ἤλασε κωπήεντι,</l><l n="476">πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι· τὸν δὲ κατʼ ὄσσε</l><l n="477">ἔλλαβε πορφύρεος θάνατος καὶ μοῖρα κραταιή.</l><l n="478">Δευκαλίωνα δʼ ἔπειθʼ, ἵνα τε ξυνέχουσι τένοντες</l><l n="479">ἀγκῶνος, τῇ τόν γε φίλης διὰ χειρὸς ἔπειρεν</l><l n="480">αἰχμῇ χαλκείῃ· ὃ δέ μιν μένε χεῖρα βαρυνθεὶς</l><l n="481">πρόσθʼ ὁρόων θάνατον· ὃ δὲ φασγάνῳ αὐχένα θείνας</l><l n="482">τῆλʼ αὐτῇ πήληκι κάρη βάλε· μυελὸς αὖτε</l><l n="483">σφονδυλίων ἔκπαλθʼ, ὃ δʼ ἐπὶ χθονὶ κεῖτο τανυσθείς.</l></div></div></body></text></TEI>