ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα. ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις. ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας, αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει. ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν. ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ. Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν. οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο· ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων, τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο, τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος. δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος, καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός, λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς. Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι, ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ