<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="194">ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.</l><l n="195">ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ</l><l n="196">βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="197">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,</l><l n="198">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><milestone ed="p" n="199" unit="card"/><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·</l><q><l n="200">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="201">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="202">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="203">ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας</l><l n="204">πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·</l><l n="205">ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.</l><l n="206">φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,</l><l n="207">μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·</l><l n="208">αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο</l><l n="209">εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·</l><l n="210">τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται</l><l n="211">σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν</l><l n="212">ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.</l><l n="213">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="214">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·</l><l n="215">Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,</l><l n="216">κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ</l><l n="217">ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,</l><l n="218">ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.</l><l n="219">Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,</l><l n="220">ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·</l><l n="221">τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο</l><l n="222">θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.</l><l n="223">τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,</l><l n="224">ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·</l><l n="225">αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.</l><l n="226">αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,</l><l n="227">ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·</l><l n="228">ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="229">ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.</l><l n="230">Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·</l><l n="231">Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο</l><l n="232">Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,</l><l n="233">ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·</l><l n="234">τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν</l><l n="235">κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.</l><l n="236">Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·</l><l n="237">Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε</l><l n="238">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·</l><l n="239">Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·</l><l n="240">αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.</l><l n="241">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l><milestone ed="p" n="242" unit="card"/><l n="242">Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><l n="243">ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.</l><l n="244">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="245">ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.</l><l n="246">ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι</l><l n="247">πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.</l><l n="248">στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι</l><l n="249">παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.</l><l n="250">ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις.</l><l n="251">ἀλλὰ τί ἢ ἔριδας καὶ νείκεα νῶϊν ἀνάγκη</l><l n="252">νεικεῖν ἀλλήλοισιν ἐναντίον ὥς τε γυναῖκας,</l><l n="253">αἵ τε χολωσάμεναι ἔριδος πέρι θυμοβόροιο</l><l n="254">νεικεῦσʼ ἀλλήλῃσι μέσην ἐς ἄγυιαν ἰοῦσαι</l><l n="255">πόλλʼ ἐτεά τε καὶ οὐκί· χόλος δέ τε καὶ τὰ κελεύει.</l><l n="256">ἀλκῆς δʼ οὔ μʼ ἐπέεσσιν ἀποτρέψεις μεμαῶτα</l><l n="257">πρὶν χαλκῷ μαχέσασθαι ἐναντίον· ἀλλʼ ἄγε θᾶσσον</l><l n="258">γευσόμεθʼ ἀλλήλων χαλκήρεσιν ἐγχείῃσιν.</l></q><l n="259"><milestone ed="P" unit="para"/>ἦ ῥα καὶ ἐν δεινῷ σάκει ἤλασεν ὄβριμον ἔγχος</l><l n="260">σμερδαλέῳ· μέγα δʼ ἀμφὶ σάκος μύκε δουρὸς ἀκωκῇ.</l><l n="261">Πηλεΐδης δὲ σάκος μὲν ἀπὸ ἕο χειρὶ παχείῃ</l><l n="262">ἔσχετο ταρβήσας· φάτο γὰρ δολιχόσκιον ἔγχος</l><l n="263">ῥέα διελεύσεσθαι μεγαλήτορος Αἰνείαο</l><l n="264">νήπιος, οὐδʼ ἐνόησε κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="265">ὡς οὐ ῥηΐδιʼ ἐστὶ θεῶν ἐρικυδέα δῶρα</l><l n="266">ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν.</l><l n="267">οὐδὲ τότʼ Αἰνείαο δαΐφρονος ὄβριμον ἔγχος</l><l n="268">ῥῆξε σάκος· χρυσὸς γὰρ ἐρύκακε, δῶρα θεοῖο·</l><l n="269">ἀλλὰ δύω μὲν ἔλασσε διὰ πτύχας, αἳ δʼ ἄρʼ ἔτι τρεῖς</l><l n="270">ἦσαν, ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων,</l><l n="271">τὰς δύο χαλκείας, δύο δʼ ἔνδοθι κασσιτέροιο,</l><l n="272">τὴν δὲ μίαν χρυσῆν, τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος.</l><milestone ed="p" n="273" unit="card"/><l n="273"><milestone ed="P" unit="para"/>δεύτερος αὖτʼ Ἀχιλεὺς προΐει δολιχόσκιον ἔγχος,</l><l n="274">καὶ βάλεν Αἰνείαο κατʼ ἀσπίδα πάντοσʼ ἐΐσην</l><l n="275">ἄντυγʼ ὕπο πρώτην, ᾗ λεπτότατος θέε χαλκός,</l><l n="276">λεπτοτάτη δʼ ἐπέην ῥινὸς βοός· ἣ δὲ διὰ πρὸ</l><l n="277">Πηλιὰς ἤϊξεν μελίη, λάκε δʼ ἀσπὶς ὑπʼ αὐτῆς.</l><l n="278">Αἰνείας δʼ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδʼ ἀνέσχε</l><l n="279">δείσας· ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ</l><l n="280">ἔστη ἱεμένη, διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους</l><l n="281">ἀσπίδος ἀμφιβρότης· ὃ δʼ ἀλευάμενος δόρυ μακρὸν</l><l n="282">ἔστη, κὰδ δʼ ἄχος οἱ χύτο μυρίον ὀφθαλμοῖσι,</l><l n="283">ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος. αὐτὰρ Ἀχιλλεὺς</l><l n="284">ἐμμεμαὼς ἐπόρουσεν ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="285">σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρὶ</l><l n="286">Αἰνείας, μέγα ἔργον, ὃ οὐ δύο γʼ ἄνδρε φέροιεν,</l><l n="287">οἷοι νῦν βροτοί εἰσʼ· ὃ δέ μιν ῥέα πάλλε καὶ οἶος.</l><l n="288">ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ</l><l n="289">ἢ κόρυθʼ ἠὲ σάκος, τό οἱ ἤρκεσε λυγρὸν ὄλεθρον,</l><l n="290">τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα,</l><l n="291">εἰ μὴ ἄρʼ ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων·</l><l n="292">αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν·</l><q><l n="293">ὢ πόποι ἦ μοι ἄχος μεγαλήτορος Αἰνείαο,</l><l n="294">ὃς τάχα Πηλεΐωνι δαμεὶς Ἄϊδος δὲ κάτεισι</l><l n="295">πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο</l><l n="296">νήπιος, οὐδέ τί οἱ χραισμήσει λυγρὸν ὄλεθρον.</l><l n="297">ἀλλὰ τί ἢ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει</l><l n="298">μὰψ ἕνεκʼ ἀλλοτρίων ἀχέων, κεχαρισμένα δʼ αἰεὶ</l><l n="299">δῶρα θεοῖσι δίδωσι τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν;</l><l n="300">ἀλλʼ ἄγεθʼ ἡμεῖς πέρ μιν ὑπὲκ θανάτου ἀγάγωμεν,</l><l n="301">μή πως καὶ Κρονίδης κεχολώσεται, αἴ κεν Ἀχιλλεὺς</l><l n="302">τόνδε κατακτείνῃ· μόριμον δέ οἵ ἐστʼ ἀλέασθαι,</l><l n="303">ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται</l><l n="304">Δαρδάνου, ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων</l><l n="305">οἳ ἕθεν ἐξεγένοντο γυναικῶν τε θνητάων.</l><l n="306">ἤδη γὰρ Πριάμου γενεὴν ἔχθηρε Κρονίων·</l><l n="307">νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει</l><l n="308">καὶ παίδων παῖδες, τοί κεν μετόπισθε γένωνται.</l><milestone ed="p" n="309" unit="card"/></q><l n="309"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·</l><q><l n="310">ἐννοσίγαιʼ, αὐτὸς σὺ μετὰ φρεσὶ σῇσι νόησον</l><l n="311">Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσῃς</l><l n="312">Πηλεΐδῃ Ἀχιλῆϊ δαμήμεναι, ἐσθλὸν ἐόντα.</l><l n="313">ἤτοι μὲν γὰρ νῶϊ πολέας ὠμόσσαμεν ὅρκους</l><l n="314">πᾶσι μετʼ ἀθανάτοισιν ἐγὼ καὶ Παλλὰς Ἀθήνη</l><l n="315">μή ποτʼ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ἦμαρ,</l><l n="316">μηδʼ ὁπότʼ ἂν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται</l><l n="317">καιομένη, καίωσι δʼ ἀρήϊοι υἷες Ἀχαιῶν.</l></q><l n="318"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ τό γʼ ἄκουσε Ποσειδάων ἐνοσίχθων,</l><l n="319">βῆ ῥʼ ἴμεν ἄν τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων,</l><l n="320">ἷξε δʼ ὅθʼ Αἰνείας ἠδʼ ὃ κλυτὸς ἦεν Ἀχιλλεύς.</l><l n="321">αὐτίκα τῷ μὲν ἔπειτα κατʼ ὀφθαλμῶν χέεν ἀχλὺν</l><l n="322">Πηλεΐδῃ Ἀχιλῆϊ· ὃ δὲ μελίην εὔχαλκον</l><l n="323">ἀσπίδος ἐξέρυσεν μεγαλήτορος Αἰνείαο·</l><l n="324">καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν,</l><l n="325">Αἰνείαν δʼ ἔσσευεν ἀπὸ χθονὸς ὑψόσʼ ἀείρας.</l><l n="326">πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων</l><l n="327">Αἰνείας ὑπερᾶλτο θεοῦ ἀπὸ χειρὸς ὀρούσας,</l><l n="328">ἷξε δʼ ἐπʼ ἐσχατιὴν πολυάϊκος πολέμοιο,</l><l n="329">ἔνθά τε Καύκωνες πόλεμον μέτα θωρήσσοντο.</l><l n="330">τῷ δὲ μάλʼ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων,</l><l n="331">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="332">Αἰνεία, τίς σʼ ὧδε θεῶν ἀτέοντα κελεύει</l><l n="333">ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι,</l><l n="334">ὃς σεῦ ἅμα κρείσσων καὶ φίλτερος ἀθανάτοισιν;</l><l n="335">ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ,</l><l n="336">μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος εἰσαφίκηαι.</l><l n="337">αὐτὰρ ἐπεί κʼ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ,</l><l n="338">θαρσήσας δὴ ἔπειτα μετὰ πρώτοισι μάχεσθαι·</l><l n="339">οὐ μὲν γάρ τίς σʼ ἄλλος Ἀχαιῶν ἐξεναρίξει.</l><milestone ed="p" n="340" unit="card"/></q><l n="340"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπεν αὐτόθʼ, ἐπεὶ διεπέφραδε πάντα.</l><l n="341">αἶψα δʼ ἔπειτʼ Ἀχιλῆος ἀπʼ ὀφθαλμῶν σκέδασʼ ἀχλὺν</l><l n="342">θεσπεσίην· ὃ δʼ ἔπειτα μέγʼ ἔξιδεν ὀφθαλμοῖσιν,</l><l n="343">ὀχθήσας δʼ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν·</l><q><l n="344">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·</l><l n="345">ἔγχος μὲν τόδε κεῖται ἐπὶ χθονός, οὐδέ τι φῶτα</l><l n="346">λεύσσω, τῷ ἐφέηκα κατακτάμεναι μενεαίνων.</l><l n="347">ἦ ῥα καὶ Αἰνείας φίλος ἀθανάτοισι θεοῖσιν</l><l n="348">ἦεν· ἀτάρ μιν ἔφην μὰψ αὔτως εὐχετάασθαι.</l><l n="349">ἐρρέτω· οὔ οἱ θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι</l><l n="350">ἔσσεται, ὃς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο.</l><l n="351">ἀλλʼ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας</l><l n="352">τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών.</l></q><l n="353"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ·</l><q><l n="354">μηκέτι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί,</l><l n="355">ἀλλʼ ἄγʼ ἀνὴρ ἄντʼ ἀνδρὸς ἴτω, μεμάτω δὲ μάχεσθαι.</l><l n="356">ἀργαλέον δέ μοί ἐστι καὶ ἰφθίμῳ περ ἐόντι</l><l n="357">τοσσούσδʼ ἀνθρώπους ἐφέπειν καὶ πᾶσι μάχεσθαι·</l><l n="358">οὐδέ κʼ Ἄρης, ὅς περ θεὸς ἄμβροτος, οὐδέ κʼ Ἀθήνη</l><l n="359">τοσσῆσδʼ ὑσμίνης ἐφέποι στόμα καὶ πονέοιτο·</l><l n="360">ἀλλʼ ὅσσον μὲν ἐγὼ δύναμαι χερσίν τε ποσίν τε</l><l n="361">καὶ σθένει, οὔ μʼ ἔτι φημὶ μεθησέμεν οὐδʼ ἠβαιόν,</l><l n="362">ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές, οὐδέ τινʼ οἴω</l><l n="363">Τρώων χαιρήσειν, ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ.</l></q><l n="364"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων· Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ</l><l n="365">κέκλεθʼ ὁμοκλήσας, φάτο δʼ ἴμεναι ἄντʼ Ἀχιλῆος·</l><q><l n="366">Τρῶες ὑπέρθυμοι μὴ δείδιτε Πηλεΐωνα.</l><l n="367">καί κεν ἐγὼ ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην,</l><l n="368">ἔγχεϊ δʼ ἀργαλέον, ἐπεὶ ἦ πολὺ φέρτεροί εἰσιν.</l><l n="369">οὐδʼ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει,</l><l n="370">ἀλλὰ τὸ μὲν τελέει, τὸ δὲ καὶ μεσσηγὺ κολούει.</l><l n="371">τοῦ δʼ ἐγὼ ἀντίος εἶμι καὶ εἰ πυρὶ χεῖρας ἔοικεν,</l><l n="372">εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ.</l><milestone ed="p" n="373" unit="card"/></q><l n="373"><milestone ed="P" unit="para"/>ὣς φάτʼ ἐποτρύνων, οἳ δʼ ἀντίοι ἔγχεʼ ἄειραν</l><l n="374">Τρῶες· τῶν δʼ ἄμυδις μίχθη μένος, ὦρτο δʼ ἀϋτή.</l><l n="375">καὶ τότʼ ἄρʼ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων·</l><q><l n="376">Ἕκτορ μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε,</l><l n="377">ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο,</l><l n="378">μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ.</l></q><l n="379"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, Ἕκτωρ δʼ αὖτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν</l><l n="380">ταρβήσας, ὅτʼ ἄκουσε θεοῦ ὄπα φωνήσαντος.</l><l n="381">ἐν δʼ Ἀχιλεὺς Τρώεσσι θόρε φρεσὶν εἱμένος ἀλκὴν</l><l n="382">σμερδαλέα ἰάχων, πρῶτον δʼ ἕλεν Ἰφιτίωνα</l><l n="383">ἐσθλὸν Ὀτρυντεΐδην πολέων ἡγήτορα λαῶν,</l><l n="384">ὃν νύμφη τέκε νηῒς Ὀτρυντῆϊ πτολιπόρθῳ</l></div></div></body></text></TEI>