<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><l n="171">μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι,</l><l n="172">γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ</l><l n="173">ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ·</l><l n="174">ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ</l><l n="175">ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο.</l><milestone ed="p" n="176" unit="card"/><l n="176">οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="177">τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="178">Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν</l><l n="179">ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει</l><l n="180">ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι</l><l n="181">τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς,</l><l n="182">οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει·</l><l n="183">εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων.</l><l n="184">ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων</l><l n="185">καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι</l><l n="186">αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν.</l><l n="187">ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι.</l><l n="188">ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα</l><l n="189">σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι</l><l n="190">καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων.</l><l n="191">ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν</l><l n="192">πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί,</l><l n="193">ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας</l><l n="194">ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι.</l><l n="195">ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ</l><l n="196">βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω</l><l n="197">ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο,</l><l n="198">πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.</l></q><milestone ed="p" n="199" unit="card"/><l n="199"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε·</l><q><l n="200">Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς</l><l n="201">ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς</l><l n="202">ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι.</l><l n="203">ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας</l><l n="204">πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων·</l><l n="205">ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς.</l><l n="206">φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι,</l><l n="207">μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης·</l><l n="208">αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο</l><l n="209">εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη·</l><l n="210">τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται</l><l n="211">σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν</l><l n="212">ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι.</l><l n="213">εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς</l><l n="214">ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι·</l><l n="215">Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς,</l><l n="216">κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ</l><l n="217">ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων,</l><l n="218">ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης.</l><l n="219">Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα,</l><l n="220">ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων·</l><l n="221">τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο</l><l n="222">θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι.</l><l n="223">τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων,</l><l n="224">ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ·</l><l n="225">αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους.</l><l n="226">αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν,</l><l n="227">ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων·</l><l n="228">ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης,</l><l n="229">ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον.</l><l n="230">Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα·</l><l n="231">Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο</l><l n="232">Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης,</l><l n="233">ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων·</l><l n="234">τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν</l><l n="235">κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη.</l><l n="236">Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα·</l><l n="237">Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε</l><l n="238">Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος·</l><l n="239">Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα·</l><l n="240">αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον.</l><l n="241">ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.</l><milestone ed="p" n="242" unit="card"/><l n="242">Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε</l><l n="243">ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων.</l><l n="244">ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς</l><l n="245">ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος.</l><l n="246">ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι</l><l n="247">πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο.</l><l n="248">στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι</l><l n="249">παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.</l></q></div></div></body></text></TEI>