μαστίεται, ἑὲ δʼ αὐτὸν ἐποτρύνει μαχέσασθαι, γλαυκιόων δʼ ἰθὺς φέρεται μένει, ἤν τινα πέφνῃ ἀνδρῶν, ἢ αὐτὸς φθίεται πρώτῳ ἐν ὁμίλῳ· ὣς Ἀχιλῆʼ ὄτρυνε μένος καὶ θυμὸς ἀγήνωρ ἀντίον ἐλθέμεναι μεγαλήτορος Αἰνείαο. οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες, τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς· Αἰνεία τί σὺ τόσσον ὁμίλου πολλὸν ἐπελθὼν ἔστης; ἦ σέ γε θυμὸς ἐμοὶ μαχέσασθαι ἀνώγει ἐλπόμενον Τρώεσσιν ἀνάξειν ἱπποδάμοισι τιμῆς τῆς Πριάμου; ἀτὰρ εἴ κεν ἔμʼ ἐξεναρίξῃς, οὔ τοι τοὔνεκά γε Πρίαμος γέρας ἐν χερὶ θήσει· εἰσὶν γάρ οἱ παῖδες, ὃ δʼ ἔμπεδος οὐδʼ ἀεσίφρων. ἦ νύ τί τοι Τρῶες τέμενος τάμον ἔξοχον ἄλλων καλὸν φυταλιῆς καὶ ἀρούρης, ὄφρα νέμηαι αἴ κεν ἐμὲ κτείνῃς; χαλεπῶς δέ σʼ ἔολπα τὸ ῥέξειν. ἤδη μὲν σέ γέ φημι καὶ ἄλλοτε δουρὶ φοβῆσαι. ἦ οὐ μέμνῃ ὅτε πέρ σε βοῶν ἄπο μοῦνον ἐόντα σεῦα κατʼ Ἰδαίων ὀρέων ταχέεσσι πόδεσσι καρπαλίμως; τότε δʼ οὔ τι μετατροπαλίζεο φεύγων. ἔνθεν δʼ ἐς Λυρνησσὸν ὑπέκφυγες· αὐτὰρ ἐγὼ τὴν πέρσα μεθορμηθεὶς σὺν Ἀθήνῃ καὶ Διὶ πατρί, ληϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας ἦγον· ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο καὶ θεοὶ ἄλλοι. ἀλλʼ οὐ νῦν ἐρύεσθαι ὀΐομαι, ὡς ἐνὶ θυμῷ βάλλεαι· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο, πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω. τὸν δʼ αὖτʼ Αἰνείας ἀπαμείβετο φώνησέν τε· Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς ἔλπεο δειδίξεσθαι, ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς ἠμὲν κερτομίας ἠδʼ αἴσυλα μυθήσασθαι. ἴδμεν δʼ ἀλλήλων γενεήν, ἴδμεν δὲ τοκῆας πρόκλυτʼ ἀκούοντες ἔπεα θνητῶν ἀνθρώπων· ὄψει δʼ οὔτʼ ἄρ πω σὺ ἐμοὺς ἴδες οὔτʼ ἄρʼ ἐγὼ σούς. φασὶ σὲ μὲν Πηλῆος ἀμύμονος ἔκγονον εἶναι, μητρὸς δʼ ἐκ Θέτιδος καλλιπλοκάμου ἁλοσύδνης· αὐτὰρ ἐγὼν υἱὸς μεγαλήτορος Ἀγχίσαο εὔχομαι ἐκγεγάμεν, μήτηρ δέ μοί ἐστʼ Ἀφροδίτη· τῶν δὴ νῦν ἕτεροί γε φίλον παῖδα κλαύσονται σήμερον· οὐ γάρ φημʼ ἐπέεσσί γε νηπυτίοισιν ὧδε διακρινθέντε μάχης ἐξαπονέεσθαι. εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι, ὄφρʼ ἐῢ εἰδῇς ἡμετέρην γενεήν, πολλοὶ δέ μιν ἄνδρες ἴσασι· Δάρδανον αὖ πρῶτον τέκετο νεφεληγερέτα Ζεύς, κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρὴ ἐν πεδίῳ πεπόλιστο πόλις μερόπων ἀνθρώπων, ἀλλʼ ἔθʼ ὑπωρείας ᾤκεον πολυπίδακος Ἴδης. Δάρδανος αὖ τέκεθʼ υἱὸν Ἐριχθόνιον βασιλῆα, ὃς δὴ ἀφνειότατος γένετο θνητῶν ἀνθρώπων· τοῦ τρισχίλιαι ἵπποι ἕλος κάτα βουκολέοντο θήλειαι, πώλοισιν ἀγαλλόμεναι ἀταλῇσι. τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων, ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ· αἳ δʼ ὑποκυσάμεναι ἔτεκον δυοκαίδεκα πώλους. αἳ δʼ ὅτε μὲν σκιρτῷεν ἐπὶ ζείδωρον ἄρουραν, ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον οὐδὲ κατέκλων· ἀλλʼ ὅτε δὴ σκιρτῷεν ἐπʼ εὐρέα νῶτα θαλάσσης, ἄκρον ἐπὶ ῥηγμῖνος ἁλὸς πολιοῖο θέεσκον. Τρῶα δʼ Ἐριχθόνιος τέκετο Τρώεσσιν ἄνακτα· Τρωὸς δʼ αὖ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο Ἶλός τʼ Ἀσσάρακός τε καὶ ἀντίθεος Γανυμήδης, ὃς δὴ κάλλιστος γένετο θνητῶν ἀνθρώπων· τὸν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο ἵνʼ ἀθανάτοισι μετείη. Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα· Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπόν τε Κλυτίον θʼ Ἱκετάονά τʼ ὄζον Ἄρηος· Ἀσσάρακος δὲ Κάπυν, ὃ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα· αὐτὰρ ἔμʼ Ἀγχίσης, Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον. ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι. Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε ὅππως κεν ἐθέλῃσιν· ὃ γὰρ κάρτιστος ἁπάντων. ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα νηπύτιοι ὣς ἑσταότʼ ἐν μέσσῃ ὑσμίνῃ δηϊοτῆτος. ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι πολλὰ μάλʼ, οὐδʼ ἂν νηῦς ἑκατόζυγος ἄχθος ἄροιτο. στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν, πολέες δʼ ἔνι μῦθοι παντοῖοι, ἐπέων δὲ πολὺς νομὸς ἔνθα καὶ ἔνθα.