<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="20"><q><l n="17">ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις;</l><l n="18">τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε.</l></q><l n="19"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="20">ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν</l><l n="21">ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ.</l><l n="22">ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο</l><l n="23">ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι</l><l n="24">ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς,</l><l n="25">ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου.</l><l n="26">εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται</l><l n="27">οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα.</l><l n="28">καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες·</l><l n="29">νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς</l><l n="30">δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ.</l><milestone ed="p" n="30" unit="card"/></q><l n="31"><milestone ed="P" unit="para"/>ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε.</l><l n="32">βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες·</l><l n="33">Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη</l><l n="34">ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης</l><l n="35">Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται·</l><l n="36">Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων</l><l n="37">χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.</l><l n="38">ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ</l><l n="39">Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα</l><l n="40">Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη.</l><l n="41"><milestone ed="P" unit="para"/>εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν,</l><l n="42">τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς</l><l n="43">ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς·</l><l n="44">Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον</l><l n="45">δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα</l><l n="46">τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ.</l><l n="47">αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν,</l><l n="48">ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη</l><l n="49">στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός,</l><l n="50">ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει.</l><l n="51">αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος</l><l n="52">ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων,</l><l n="53">ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ.</l><milestone ed="p" n="54" unit="card"/><l n="54"><milestone ed="P" unit="para"/>ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες</l><l n="55">σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν·</l><l n="56">δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε</l><l n="57">ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε</l><l n="58">γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα.</l><l n="59">πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης</l><l n="60">καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν.</l><l n="61">ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς,</l><l n="62">δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε</l><l n="63">γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων,</l><l n="64">οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη</l><l n="65">σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ·</l><l n="66">τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων.</l><l n="67">ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος</l><l n="68">ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα,</l><l n="69">ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="70">Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ</l><l n="71">Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο·</l><l n="72">Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς,</l><l n="73">ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης,</l><l n="74">ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον.</l><l n="75"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="76">Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον</l><l n="77">Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει</l><l n="78">αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν.</l><l n="79">Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων</l><l n="80">ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ·</l><l n="81">υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν·</l><l n="82">τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·</l><q><l n="83">Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ</l></q></div></div></body></text></TEI>