ἦ τι περὶ Τρώων καὶ Ἀχαιῶν μερμηρίζεις; τῶν γὰρ νῦν ἄγχιστα μάχη πόλεμός τε δέδηε. τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· ἔγνως ἐννοσίγαιε ἐμὴν ἐν στήθεσι βουλὴν ὧν ἕνεκα ξυνάγειρα· μέλουσί μοι ὀλλύμενοί περ. ἀλλʼ ἤτοι μὲν ἐγὼ μενέω πτυχὶ Οὐλύμποιο ἥμενος, ἔνθʼ ὁρόων φρένα τέρψομαι· οἳ δὲ δὴ ἄλλοι ἔρχεσθʼ ὄφρʼ ἂν ἵκησθε μετὰ Τρῶας καὶ Ἀχαιούς, ἀμφοτέροισι δʼ ἀρήγεθʼ ὅπῃ νόος ἐστὶν ἑκάστου. εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται οὐδὲ μίνυνθʼ ἕξουσι ποδώκεα Πηλεΐωνα. καὶ δέ τί μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες· νῦν δʼ ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ. ὣς ἔφατο Κρονίδης, πόλεμον δʼ ἀλίαστον ἔγειρε. βὰν δʼ ἴμεναι πόλεμον δὲ θεοὶ δίχα θυμὸν ἔχοντες· Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη ἠδὲ Ποσειδάων γαιήοχος ἠδʼ ἐριούνης Ἑρμείας, ὃς ἐπὶ φρεσὶ πευκαλίμῃσι κέκασται· Ἥφαιστος δʼ ἅμα τοῖσι κίε σθένεϊ βλεμεαίνων χωλεύων, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. ἐς δὲ Τρῶας Ἄρης κορυθαίολος, αὐτὰρ ἅμʼ αὐτῷ Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα Λητώ τε Ξάνθός τε φιλομειδής τʼ Ἀφροδίτη. εἷος μέν ῥʼ ἀπάνευθε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν, τεῖος Ἀχαιοὶ μὲν μέγα κύδανον, οὕνεκʼ Ἀχιλλεὺς ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς· Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον δειδιότας, ὅθʼ ὁρῶντο ποδώκεα Πηλεΐωνα τεύχεσι λαμπόμενον βροτολοιγῷ ἶσον Ἄρηϊ. αὐτὰρ ἐπεὶ μεθʼ ὅμιλον Ὀλύμπιοι ἤλυθον ἀνδρῶν, ὦρτο δʼ Ἔρις κρατερὴ λαοσσόος, αὖε δʼ Ἀθήνη στᾶσʼ ὁτὲ μὲν παρὰ τάφρον ὀρυκτὴν τείχεος ἐκτός, ἄλλοτʼ ἐπʼ ἀκτάων ἐριδούπων μακρὸν ἀΰτει. αὖε δʼ Ἄρης ἑτέρωθεν ἐρεμνῇ λαίλαπι ἶσος ὀξὺ κατʼ ἀκροτάτης πόλιος Τρώεσσι κελεύων, ἄλλοτε πὰρ Σιμόεντι θέων ἐπὶ Καλλικολώνῃ. ὣς τοὺς ἀμφοτέρους μάκαρες θεοὶ ὀτρύνοντες σύμβαλον, ἐν δʼ αὐτοῖς ἔριδα ῥήγνυντο βαρεῖαν· δεινὸν δὲ βρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ὑψόθεν· αὐτὰρ νέρθε Ποσειδάων ἐτίναξε γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα. πάντες δʼ ἐσσείοντο πόδες πολυπίδακος Ἴδης καὶ κορυφαί, Τρώων τε πόλις καὶ νῆες Ἀχαιῶν. ἔδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς, δείσας δʼ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων, οἰκία δὲ θνητοῖσι καὶ ἀθανάτοισι φανείη σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ· τόσσος ἄρα κτύπος ὦρτο θεῶν ἔριδι ξυνιόντων. ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος ἄνακτος ἵστατʼ Ἀπόλλων Φοῖβος ἔχων ἰὰ πτερόεντα, ἄντα δʼ Ἐνυαλίοιο θεὰ γλαυκῶπις Ἀθήνη· Ἥρῃ δʼ ἀντέστη χρυσηλάκατος κελαδεινὴ Ἄρτεμις ἰοχέαιρα κασιγνήτη ἑκάτοιο· Λητοῖ δʼ ἀντέστη σῶκος ἐριούνιος Ἑρμῆς, ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς βαθυδίνης, ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. ὣς οἳ μὲν θεοὶ ἄντα θεῶν ἴσαν· αὐτὰρ Ἀχιλλεὺς Ἕκτορος ἄντα μάλιστα λιλαίετο δῦναι ὅμιλον Πριαμίδεω· τοῦ γάρ ῥα μάλιστά ἑ θυμὸς ἀνώγει αἵματος ἆσαι Ἄρηα ταλαύρινον πολεμιστήν. Αἰνείαν δʼ ἰθὺς λαοσσόος ὦρσεν Ἀπόλλων ἀντία Πηλεΐωνος, ἐνῆκε δέ οἱ μένος ἠΰ· υἱέϊ δὲ Πριάμοιο Λυκάονι εἴσατο φωνήν· τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων· Αἰνεία Τρώων βουληφόρε ποῦ τοι ἀπειλαὶ