<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="869">Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·</l><l n="870">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,</l><l n="871">Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,</l><l n="872">ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη</l><l n="873">νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,</l><l n="874">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="875">ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.</l><l n="876"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων</l><l n="877">τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</l></div></div></body></text></TEI>