<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="867"><milestone ed="P" unit="para"/>Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,</l><l n="868">οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον</l><l n="869">Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·</l><l n="870">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,</l><l n="871">Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,</l><l n="872">ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη</l><l n="873">νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,</l><l n="874">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="875">ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.</l><l n="876"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων</l><l n="877">τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</l></div><div type="textpart" subtype="Book" n="3"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,</l><l n="2">Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς</l><l n="3">ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·</l><l n="4">αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον</l><l n="5">κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων</l><l n="6">ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·</l><l n="7">ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.</l><l n="8">οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ</l><l n="9">ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.</l><l n="10"><milestone ed="P" unit="para"/>εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην</l><l n="11">ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,</l><l n="12">τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·</l><l n="13">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς</l><l n="14">ἐρχομένων· μάλα δʼ ὦκα διέπρησσον πεδίοιο.</l><l n="15"><milestone ed="P" unit="para"/>οἳ δʼ ὅτε δὴ σχεδὸν ἦσαν ἐπʼ ἀλλήλοισιν ἰόντες,</l><l n="16">Τρωσὶν μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδὴς</l><l n="17">παρδαλέην ὤμοισιν ἔχων καὶ καμπύλα τόξα</l><l n="18">καὶ ξίφος· αὐτὰρ δοῦρε δύω κεκορυθμένα χαλκῷ</l><l n="19">πάλλων Ἀργείων προκαλίζετο πάντας ἀρίστους</l><l n="20">ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι.</l><l n="21"><milestone ed="P" unit="para"/>τὸν δʼ ὡς οὖν ἐνόησεν ἀρηΐφιλος Μενέλαος</l><l n="22">ἐρχόμενον προπάροιθεν ὁμίλου μακρὰ βιβάντα,</l><l n="23">ὥς τε λέων ἐχάρη μεγάλῳ ἐπὶ σώματι κύρσας</l><l n="24">εὑρὼν ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l></div></div></body></text></TEI>