Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων, οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα· τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα, ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,