τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη. Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής· ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν, ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους. Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς