<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="2"><l n="850">Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.</l><l n="851"><milestone ed="P" unit="para"/>Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ</l><l n="852">ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,</l><l n="853">οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο</l><l n="854">ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον</l><l n="855">Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.</l><l n="856"><milestone ed="P" unit="para"/>αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον</l><l n="857">τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.</l><milestone ed="p" n="858" unit="card"/><l n="858"><milestone ed="P" unit="para"/>Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·</l><l n="859">ἀλλʼ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,</l><l n="860">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="861">ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.</l><l n="862"><milestone ed="P" unit="para"/>Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς</l><l n="863">τῆλʼ ἐξ Ἀσκανίης· μέμασαν δʼ ὑσμῖνι μάχεσθαι.</l><l n="864"><milestone ed="P" unit="para"/>Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην</l><l n="865">υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη,</l><l n="866">οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.</l><l n="867"><milestone ed="P" unit="para"/>Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,</l><l n="868">οἳ Μίλητον ἔχον Φθιρῶν τʼ ὄρος ἀκριτόφυλλον</l><l n="869">Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα·</l><l n="870">τῶν μὲν ἄρʼ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην,</l><l n="871">Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,</l><l n="872">ὃς καὶ χρυσὸν ἔχων πόλεμον δʼ ἴεν ἠΰτε κούρη</l><l n="873">νήπιος, οὐδέ τί οἱ τό γʼ ἐπήρκεσε λυγρὸν ὄλεθρον,</l><l n="874">ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο</l><l n="875">ἐν ποταμῷ, χρυσὸν δʼ Ἀχιλεὺς ἐκόμισσε δαΐφρων.</l><l n="876"><milestone ed="P" unit="para"/>Σαρπηδὼν δʼ ἦρχεν Λυκίων καὶ Γλαῦκος ἀμύμων</l><l n="877">τηλόθεν ἐκ Λυκίης, Ξάνθου ἄπο δινήεντος.</l></div><div type="textpart" subtype="Book" n="3"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ κόσμηθεν ἅμʼ ἡγεμόνεσσιν ἕκαστοι,</l><l n="2">Τρῶες μὲν κλαγγῇ τʼ ἐνοπῇ τʼ ἴσαν ὄρνιθες ὣς</l><l n="3">ἠΰτε περ κλαγγὴ γεράνων πέλει οὐρανόθι πρό·</l><l n="4">αἵ τʼ ἐπεὶ οὖν χειμῶνα φύγον καὶ ἀθέσφατον ὄμβρον</l><l n="5">κλαγγῇ ταί γε πέτονται ἐπʼ ὠκεανοῖο ῥοάων</l><l n="6">ἀνδράσι Πυγμαίοισι φόνον καὶ κῆρα φέρουσαι·</l><l n="7">ἠέριαι δʼ ἄρα ταί γε κακὴν ἔριδα προφέρονται.</l><l n="8">οἳ δʼ ἄρʼ ἴσαν σιγῇ μένεα πνείοντες Ἀχαιοὶ</l><l n="9">ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν.</l><l n="10"><milestone ed="P" unit="para"/>εὖτʼ ὄρεος κορυφῇσι Νότος κατέχευεν ὀμίχλην</l><l n="11">ποιμέσιν οὔ τι φίλην, κλέπτῃ δέ τε νυκτὸς ἀμείνω,</l><l n="12">τόσσόν τίς τʼ ἐπιλεύσσει ὅσον τʼ ἐπὶ λᾶαν ἵησιν·</l><l n="13">ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὄρνυτʼ ἀελλὴς</l></div></div></body></text></TEI>