τῶν ἦρχʼ Ἱππόθοός τε Πύλαιός τʼ ὄζος Ἄρηος, υἷε δύω Λήθοιο Πελασγοῦ Τευταμίδαο. αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως ὅσσους Ἑλλήσποντος ἀγάρροος ἐντὸς ἐέργει. Εὔφημος δʼ ἀρχὸς Κικόνων ἦν αἰχμητάων υἱὸς Τροιζήνοιο διοτρεφέος Κεάδαο. αὐτὰρ Πυραίχμης ἄγε Παίονας ἀγκυλοτόξους τηλόθεν ἐξ Ἀμυδῶνος ἀπʼ Ἀξιοῦ εὐρὺ ῥέοντος, Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν.