ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι, οἳ δʼ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν σκηπτοῦχοι βασιλῆες· ἐπεσσεύοντο δὲ λαοί. ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,