στείχειν ἐς πόλεμον φθισήνορα· τὼ δέ οἱ οὔ τι πειθέσθην· κῆρες γὰρ ἄγον μέλανος θανάτοιο. οἳ δʼ ἄρα Περκώτην καὶ Πράκτιον ἀμφενέμοντο καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην, τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος ὄρχαμος ἀνδρῶν, Ἄσιος Ὑρτακίδης ὃν Ἀρίσβηθεν φέρον ἵπποι αἴθωνες μεγάλοι ποταμοῦ ἄπο Σελλήεντος. Ἱππόθοος δʼ ἄγε φῦλα Πελασγῶν ἐγχεσιμώρων τῶν οἳ Λάρισαν ἐριβώλακα ναιετάασκον·